Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.3.67169bis
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους τετάρτου, Μεχεὶρ ἑπτακαιδεκάτῃ δευτέρας ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλαυΐῳ Βίκτορι τῷ λαμπροτάτῳ καὶ λογιωτάτῳ υἱῷ τοῦ λαμπροτάτου καὶ σοφωτάτου σχολαστικοῦ Φοιβάμμωνος τοῦ υἱοῦ τοῦ τῆς μεγαλοπρεποῦς μνήμης Θωμᾶ κόμετος, γεουχοῦντι ἐπὶ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, παρʼ ἐμοῦ Αὐρηλίοςαυρηλιου Μέλιος υἱὸς Ἰωάννου, ἐκ μητρὸς Λεοντίας παρούσης αὐτῆς καὶ συναινούσης καὶ συνπειθομένης τῷ παρόντι ὠνιακῷ γραμματείῳ, ἅμα τε ἐγγυωμένης καὶ ἀναδεχομένης τὴν πᾶσαν γνώμην καὶ πίστιν καὶ προαίρεσιν καὶ ἀσφάλειαν καὶ βεβαίωσιν τοῦ προαφηγηθέντος υἱοῦ αὐτῆς Μελίου ἐπὶ πᾶσι τοῖς ἑξῆς δηλουμένοις ? ὁμολογήμασι τε καὶ συνθήμασι ἐν τῇ παρούσῃπαρούσᾳ ἐγγράφῳ πράσει, οἰκείῳ αὐτῆς καὶ αὐτοῦ κινδύνῳ καὶ πόρῳ καὶ τιμήματι τῆς ἐξ ἀμφοῖν παντοίας αὐτῶν ὑποστάσεως γενικῶς καὶ ἰδικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, καθάπερ ἐκ δίκης, καὶ ὁμολογούσης τὸν προειρημένον Μέλιον τὸν νῦν ἐφεστῶτα καὶ μεγίστην ἀφικόντα ἡλικίαν καὶ Γεώργιον τὸν αὐτοῦ ὁμογνήσιον ἀδελφὸν, ἐφʼ οὗονυ ποιεῖται τοὺς λόγους ἀπόντοςαποντα ὡς παρόντοςπαροντα, παρασκευάσαι αὐτὸν στέρξαι καὶ ἐμμεῖναι τῇ παρούσῃπαρούσᾳ ἐγγράφῳ διαπράσει διηνεκῶς ἀπαραβάτως, τῷ προσημανθέντι αὐτῆς κινδύνῳ, ἀφ τοῦ μείζονος υτων σπας ἐν παντὶ ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Μέλιος υἱὸς Ἰωάννου καὶ Λεοντία θυγάτηρ Βίκτορος, ἐκ μητρὸς ας Η, ἀμφότεροι ὁρμώμενοι ἀπὸ κώμης Μαγδώλων Μιρὴ τοῦ Ἑρμου πολίτου νομοῦ, ποιούμενοι δὲ τοὺς λόγους ὑπέρ τε ἑαυτῶν καὶ ὑπὲρ τοῦ προειρημένου ἀπόντος Γεωργίου, αὐτῶν υἱοῦ καὶ ἀδελφοῦ Μελίου, διὰ ταύτην τὴν ἔγγραφον ὁμολογίαν τῆς ἀσφαλείας ἤτοι πράσεως, ἥνπερ ἐθέμεθα σκοπῷ δικαίῳ καὶ καλῇ πίστει καὶ ἀμετανοήτῳ καὶ ἀμεταβλήτῳ βουλήσει καθαρᾷ τε προθέσει καὶ συνειδήσει ὀρθῇ τῇ διανοίᾳ, ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πάσης συναρπαγῆς τε καὶ περιγραφῆς κατὰ νόμους, ἅμα τε ἐπομνύμενοι τὸν θεῖον καὶ σεβάσμιον ὅρκον καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ γαληνοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος, πεπρακέναι σοι τῷ προειρημένῳ λαμπροτάτῳ Βίκτορι καὶ καταγεγραφηκέναικαταγεγραφέναι καὶ παρακεχωρηκέναι καὶ ἐκκεχωρηκέναι καὶ παραδεδωκέναι σοι, ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ προελαύνοντα χρόνον διὰ παντὸς εἰς τὸ παντελὲς, πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ καλῇ πίστει καὶ πάσῃ ἐξουσίᾳ καὶ κατοχῇ καὶ κυριότητι, τὴν ὑπάρχουσαν ἡμῖν ἐκ γονικῆς ἡμῶν διαδοχῆς ἄρουραν μίαν ἄνυδρον οὖσαν, καθαρᾶς σπορίμης γῆς, διακειμένην ἐπὶ τῆς αὐτῆς κώμης Μαγδώλων Μιρὴ τοῦ Ἑρμοπολίτου νομοῦ, ἐν τρίσι τοποθεσίαις ἐν τῇ τρίτῃ τοποθεσίᾳ ἅμματα πέντε α κτήματα εισιν, τῆς ὁλοκλήρου καὶ πραθείσης ὑμῖν ἀρούρης ἀπὸ ἑξήκοντα τεσσάρων ἁμμάτων συγκειμένης τῷ δημοσίῳ σχοινίῳ στήθους ἐπιστάντος· οἱ δὲ γείτονες τῶν αὐτῶν πέντε ἁμμάτων κατὰ τὰς ἀγρογειτνίας δηλοῦνται οὕτως· ἐπὶ μὲν νότου δημοσία ὁδὸς ἄγουσα ἐπὶ τὸ ἐποίκιονἐποίκειον παράνω τῆς ἁγίας ἐκκλησίας τῆς ἐκεῖσε τοῦ Προ δρόμου καὶ βαπτίστου ἁγίου Ἰωάννου, λιβὸς τὸ συντελικὸν δὲ τῶν θεοφόβων ἀνθρώπων τοῦ καλουμένου Φαρλουτι Πους, ἐπὶ δὲ ἀπηλιώτου τῶν ης ἢ οἵοι ἂν ὦσι γείτονες πάντῃ παντόθεν τῶν προδηλωθέντων τριῶν τοπο θεσιῶν τῆς πραθείσης ὑμῖν παρʼ ἡμῶν ὁλοκλήρου ἀρούρας γιγνομένου πώποτε εἰς τὰς γειτνίας αὐτῆς εἰ αλλ, καθʼ οἵον γὰρ δήποτε χρόνον βεβαιώσωμεν ταύτην, τιμῆς δὲ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καὶ ἀξίας, χρυσοῦ νομισμάτων ὀκτὼ, ἑκάστου παρὰ κεράτια ἕξ , τῷ δημοσίῳ ζυγῷ τῆς Ἀντινόου πόλεως· γίνεται νομισμάτια η παρὰ μη, ἅπερ ταῦτα τῆς τιμῆς χρύσινα ἀνειλήφαμεν ἡμεῖς οἱ ἀποδόμενοι Μέλιος καὶ Λεοντία, ποιούμενοι τοὺς λόγους ὑπὲρ Γεωργίου, παρὰ σοῦ τοῦ πριαμένου Βίκτορος διὰ χειρός σου εἰς χεῖρας ἡμῶν, παρόντων τῶν μεσιτῶν ? οτου ὑπογραφ ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς παρακεχωρημένη σοι παρʼ ἡμῶν ε σε τὸν πριάμενον Βίκτορα κρατεῖν καὶ κυριεύειν ν διαδν αἰωνίως καὶ κυρίως ἀεὶ ὑπὲρ συντελείας καὶ ι τῆς προονομασθείσης καὶ πραθείσης σοι παρʼ ἡμῶν μιᾶς ἀρούρης ἀνύδρου καθαρᾶς σπορίμης γῆς μετὰ παντὸς τοῦ δικαίου καὶ τῆς καθόλου αὐτῆς ἀγρογειτνίας, κατὰ τὰ ἀρχαῖα αὐτῆς ὅρια, τῆς διακειμένης ἐν τρισὶ τοποθεσίαις, ὡς προλέλεκται, ἐπὶ πεδιάδος κώμης Μαγδώλων Μιρὴ, τελούσης μόνον ἀεί ποτε εἰς τὸ δημόσιον λογιστήριονCross-references (3)
- TM-Text 18418 primary
- DDbDP-Text p.cair.masp;3;67169bis tier-1
- HGV-Text 18418b tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.