Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.5.1676
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
διδάσκωκω τὴν ὑμέτεραν ἔνδοξον ὑπερφυΐαν ὡς ὁ τῆς μακαρίας μνήμης ἐμὸςομος πατὴρ ἔτι περιὼν καταλέλοιπεν τὴν ἐμὴν ἐλεεινότηταἐλεινότητα μικρὴν ἄγοντα τὴν ἡλικίαν και τὸν μονήρη εἵλατο βίον ἀπὸ ἐκδίκων τυγχάνων τῆς Ἀνταιοπολιτῶν καὶ ἀφῆκέν με ἔκτοτε τῷ θείῳθειον μου κατὰ μητέρα καὶ τὰ ἐλάχιστά μου πράγματα, μετέπειτα δὲ γενόμενονγενομενος ἐν ἡλικίᾳ συνήψατο με ὁ αὐτὸς πενθερίδης μου τῇ αὐτοῦ θυγατρὶ καὶ φανερὰ πράγματα κατὰ τὸ προσῆκον τῶν τε τῆς αὐτοῦ ὑποστάσεως κατὰ προικιμαῖον συμβόλαιον ἐμοὶ ἐχαρίσατο ἅμα τῇ αὐτοῦ θυγατρὶ καὶ ταῦτα ἀφορίσαςἀφωρίσας πρὸ ἱκανοῦ τοῦ χρόνου καὶ ἐπὶ νομῆς γεγένηται καὶ δεσποτείας τῆς ἐμῆς μετὰ τῆς τούτων προσόδου οἴκαδε ἀνεχώρησα μετὰ τῆς αὐτοῦ θυγατρός. αὐτοῦ δὲ τοῦ προαφηγηθέντος ἐμοῦ πενθεροῦ Κολλούθου Βίκτορος Ἰσίωνος ὀνόματι νόσῳ βαρυτάτῃ περι πεπτωκότοςπεριπετωκοτος, φημὶ δὴ τῇπε πεφλεγμένῃ ποδαλγίᾳποδαλγείᾳ ἐν ᾗ καὶ ἡμιθανὴς κατέστη καὶ ἄπρακτοςἀπρακος παντελῶς ὥστε αὐτὸν δεῖσθαι τῆς ἀναγκαίας τροφῆς μετὰ τῶν αὐτοῦ παιδαρίων μὴ ἔχοντα παντοῖον ἐπιμελητὴν καὶ κηδεμόνα τῶν ἐλαχίστων αὐτοῦ πραγμάτωνπραγμων, εἰκὸς ὅτι ἡ τούτωντουτωον ἐκ περιττοῦπυρρετου στερρωτάτηστερωτατη ὄχλησις πρόσκειται αὐτῷ ἀδιαλείπτως μετʼ ἐπήρειαςἐπήριας καὶ διαστροφῆς τῶν δημοσίων πρακτόρων ὥστε αὐτὸν πρὸ καιροῦ τὸν θάνατον ἐπικαλέσαι ἀποβλεπόντααποβλεπων τὰ στενὰ πανταχῇ τοῦ τε σώματος τῆς συνεχούσης αὐτὸναυτω φοβερωτάτης ἀνωμαλίαςἀνομαλίαςανωμαλιας, τῆς δὲτε ψυχῆς πνιγηρᾶς θλίψεωςἀλίψεως καὶ λιμώξεως αὐτοῦ, πρὸς δὲ τούτοις καὶ τῆς περὶ ἔξωθεν μάχης τῆς τῶν δημοσίων ὀχλήσεως καὶ τῆς καὶ τούτων ἀπορίας τέλος διανοηθεὶς ἠναγκάσθη τὰ πλεῖστα τῶν κτημάτων αὐτοῦ καταγράψαι καὶ ἐκποιῆσαι Πέτρῳ τῷ λαμπροτάτῳ καὶ περιβλέπτῳ κόμετι σκρινιαρίῳ τιμῆς τῆς ἀρεσθείσης καὶ δοξάσης μεταξὺ αὐτῶν ὀφείλοντι τῷ προρηθέντι καὶ ἠγορακότι τὴν ἐνελκομένην τοῖς αὐτῷ πραθεῖσι κτήμασι βασιλικὴνβασιλεικὴν καὶ δημοσίαν συντέλειαν ἀνελλιπῶςἀνελλειπῶς εἰσφέρειν τῷ δημοσίῳ λόγῳ κατʼ ἔτος ἀκολούθως ταῖς γεναμέναις αὐτῷ ὠνιακαῖς συνγραφαῖς παρὰ τοῦ ἐμοῦ πενθερίδου καὶ τῇ δυνάμει τοῦ ἐπιστάλματος αὐτοῦ ἤτοι κουφισμοῦ μεθʼ ὑπογραφῆς τοῦ τουχου διʼ ἣν καὶ ἐπέστειλεν περιόντος δὲ αὐτοῦ τῷ δημοσίῳ λόγῳ καὶ ασμενως παρεσχόντος ἓξ ἐνιαυτοὺς φανερὸν χρόνον ἤδη διαγενάμενον. ἀρτίως δὲ οὐκ οἶδα πόθεν καιροτηρήσας τὴν συμφωνικὴνσυμφονικὴν ετορα γεγονότα καὶ ἀσυγγενιστότατα ἐπέφθη ὁ προλεχθεὶς περίβλεπτος ἀνὴρ τυραννίδι ἐπερειδόμενοςεπερειτομενος τοῖς ἐλαχίστοις καὶ διακεχωρισμένοις ἐμοὶ πρὸ ἱκανοῦ τοῦ χρόνου προικιμαίοις πράγμασι βουλόμενος ἀλλὴν ἐπιθεῖναί μοι συντέλειαν εἰς ἀνατροπὴν ἐμὴν τέλειαν καὶ ἔνδειαν ἄρτου μεθʼ ὃ γενομένου τοῦ κουφισμὸν ἐν ταγῇ παρʼ αὐτοῦ διέθετο τῷ ἐμῷ πενθερίδῃ ἐγγράφως ἐχομένου ὃ καὶ μεταχειρίζομαιμεταχειρασμου ἐξ οὗ ὡμολόγησεν ἀνελλιπῶςἀνελλειπῶς εἰσπρᾶξαι τῷ δημοσίῳ λόγῳ καθʼ ἕκαστον ἔτος τοὺς τῶν εἰρημένων καὶ πραθέντων αὐτῷ πραγμάτων δημοσίους βασιλικοὺς φόρους ἀκολούθως ταῖς ἐγγράφαις πρασες γεναμέναις αὐτῷ ἐγγράφωςεγγραφς ὠνιακαῖς συγγραφαῖς καὶ ἐπειδήπερεπιδηπερ ἀλλὴν ἐλπίδα καὶ καταφυγὴν οὐκ ἔχω μετὰ τὸν Θεὸν τὸν τῆς ψυχῆς μου κύριον πρόσειμιπρόσιμιπροσειμι τοῖς εὐκλέεσι ὑμῶν ἴχνεσι κυλινδούμενος καθϊκετεύωνκαιικετευων τὴν ὑπερφυῆ ὑμῶν φιλανθρωπίαν ἣν ὁ πανοικτιστὴς Θεὸς καὶ ὁ θειότατος καὶ οἰκουμενικὸς δεσπότης ἡμῶν βασιλεὺς ἐχαρίσατο τῇ πανταθλίᾳ ταύτῃ χώρᾳ καὶ τοῖςτης ἐνοικοῦσι δῶρον μέγιστον ἅτε εὔβουλον εἰς τὸ τὰ πικρὰ Θηβαίων ἀδικήματα ἀναστεῖλαι εἰ παρασταίη προστάξαι ἱκανῶς μηδεμίαν πάροδον τοῦ προρηθέντος περιβλέπτου ἀνδρὸς γενέσθαι μοι περὶ τούτου μηδὲμητὲ καινοτομίαν ἄδικον ἣν ἐπιβουλεύει ἐμοὶ προσθέσθαι παρὰ τὸ προσῆκον ἐκ δυναστείας βιαίως ὅπως ἐν τούτῳ ἀπολαύομαι τῆς ὑμέτερας δικαιοσύνης καὶ πάντοτε ὑπερεύξομαι τῷ πανεπόπτῃ Θεῷ καὶ δικαίῳ μόνῳ κρίτῃ τῷ ὄντι πατρὶ τῶν ὀρφανῶν πλουσίᾳ χειρὶ τὰ ὑμέτερα ὑμῖν ἀντεισάξαι μυριαντοπλασίαις ἀμοιβαῖς ὑπὲρ τῆσδε τῆς εἰς ἐμὲ γεναμένης ἐν τούτῳ ἐπικουρίας περὶ ἧς ὑμᾶς ἐξορκίζω κατὰ τῆς ἀθανάτου κορυφῆς καὶ αὐτοῦ τοῦ δεσπότου ἡμῶν βασιλέως καὶ τῆς ὑμῶν σωτηρίας.Cross-references (3)
- TM-Text 19695 primary
- DDbDP-Text p.lond;5;1676 tier-1
- HGV-Text 19695 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.