Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.5.1677

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χμγ τῷ ἀληθινῷἀληθεινῷ ἀγαθῷ δεσπότῃ μου καὶ φιλανθρώπῳφιλανθρώπῳ εὐεργέτῃ λαμπροτάτῳ καὶ περιβλέπτῳ μαγίστερι δέησις καὶ ἱκεσία παρὰ τοῦ ἐλεεινοῦ οἰκέτου ὑμῶν Διοσκόρου. εὐφημεῖται καὶ διαβεβόηται ἐν ἅπασι παρὰ παντὸς ἀνθρώπου ἡ φιλοκάγαθος ὑμῶν λαμπρὰ εὐεργεσία ἀεὶ σπουδάσουσα πάντα τὰ λυσιτελῆ καὶ ψυχωφελῆ δικαίων ὑπὲρ πᾶσαν ἀρετὴν ἣν ἐπέχει ὀρέγεται διατελεῖν μενη καὶ ἐγὼκἀγὼ τοῦτο σαφῶς ἐπιστάμενος ἀόκνως πρόσειμιπρόσιμι τοῖς ἀνεπάφοις ὑμῶν ἴχνεσι τὸ κατʼ ἐμὲ πρᾶγμα διδάσκων ἐν τούτοις ἔχον Μηνᾶς ὁ λαμπρότατος σκρινιάριος καὶ παγάρχης τῆς Ἀνταίου ὡς ἴστεὡς εἴςἴς τε πλεο νεξίαν βλάβας μου καὶ θλίψεις καὶ στενοχωρίας ἃς ὑπέμειναπεμεινα ἐνταῦθα συνεχόμενος τῇ ἀπορίᾳ καὶ πενίᾳ παλαιῶν ἐφʼ ὅ τι ὁ βοηθὸς Κῦρος τῆς κώμης Φθλᾶ μετὰ τῶν ταύτης ποιμένων καρποῦνται τὰς ἄρουράς μου ἐν τῷ πεδίῳ Πιασε τῆς αὐτῆς κώμης ἄνευ ἐκφορίων καὶ δημοσίων καὶ τὴν συντέλειαν τούτων ἐάσας ἐνεπιτετραμμένην μοι. ἀδίκως ἐπὶ γὰρ τῆς προ ηγησαμένης ἀρχῆς τοῦ τῆς ἐνδόξου μνήμης ἀραβάρχου πολλὰς δυσφημίαςδυσφημείας καὶ τούτου ἐποίουν καὶ παρέθετό μοι αὐτῷ ἡ μεγαλοπρεπὴς καὶ αὐτὸς ὁ δοὺξ τότε τῷ εἰρημένῳ κελεύσαντες ἀνδρὶ τοῦτο ενως ἄρα αὐτός ἐστιν ὁ οἰκειούμενος τὰ γενήματα ἑαυτῷ τοῖς ἐμοῖς ἀνθρώποις οἱ ποιμένες ἐκεῖνοι. πρὸς δὲ τοῖς ἀνυποίστοις τούτοις καὶ ἀδικήμασι ? κατέσχεν τὸν ἐμὸν υἱὸν ὑπὲρ ἀλλοτρίων δημοσίων ἐλάσσωμα περὶ τούτων. ὁ γὰρ εἰρημένος Μηνᾶς φρεναπάτης γενάμενος ν Ευϩαν Ἀπολλὼν τὸν ἄνδρα τῆς ἐμῆς ἀδελφῆς ακοντα πρωτοκωμήτην Ἀφροδίτης κώμης ποιήσασθαι καὶ τούτουτου ἕνεκαεἵνεκα ἀρέσκειν αὐτῷ ὑπʼ αὐτὸν τῆς κώμης πρωτοκωμήτης κακῷ καὶ βιαίῳ καὶ ἐπορθήθη ἡμεραίᾳ ἡ αὐτοῦ οἰκία παρά τε τῶν λῃστῶν καὶ τῶν παγανῶν καὶ τῶν σὺν τούτοις ποιμένων καὶ τῶν ἀπὸ τῆς κώμης ὅλων οἰκητόρων ἐν αὐτῇ ἀναιρέσεως καὶ οὐ μόνον ὅτι οὐκ ηὐεργέτησεν τοὺς νηπίους τούτου ταλαιπώρους καὶ ἀφήλικας υἱοὺς τοὺς συνελθόντας εἰς ἐσχάτην πενίαν καὶ τοῦ ἄρτου ἔνδειαν ἀλλὰ καὶ τοὺς φονίους τὰ κτήματα αὐτοῦ σπείραντας μισθωτὰς καὶ ποιμένας μετὰ τὴν αὐτοῦ ἀναίρεσιν τοῦ υἱοῦ μου μηδὲν τοῦ Ἀπολλῶτος παντελῶς μεταχειριζομένου καίτοι γε ὀφείλει ἀπολυθῆναι τοῖς ταλαιπώροις αὐτοῦ καὶ ἀφήλιξι υἱοῖς καθότι χμγ ήθησαν τὸν πατέρα αὐτῶν καὶ διαρπαγὴν καὶ σάθρωσιν το ὑπέστησαν καὶ κτηναφαίρεσιν ὡς ἂν εἴπῃς πλέον τῶν βαρβαρωθέντων τόπων ἐλεηλατήθησανλεηλατήθησαν πορθήθεντες ὅπερ ἐστὶ πικρώτατονπικροτατον διὰ τῆς βασιλικῆς προστάξεως ἀνῃρέθη ἄνθρωπός ποτε ταμιευθεὶς ενος ἀναιρεῖται. ὁ δὲ ἀπερίστατος καὶ ἄθλιος τὰ δύο κακὰ . διὸ παρακαλῶ καθϊκετεύων τὸν ἀγαθὸν δεσπότην μου καὶ ἐνορκίζων κατὰ τῆς ἀενάου θεοῦ σωτηρίας καὶ τῆς τῶν ὑμετέρων λαμπροτάτων τέκνων καὶ τῆς παναρίστης αὐτῶν μητρὸς καὶ κύρας καὶ τῆς ὑπερβαλλούσης ὑμῶν ἐξουσίας εἰ παρασταίη διὰ τὸν Θεὸν ἱκανῶς προστάξαι γραφῆναι τῷ εἰρημένῳ Μηνᾷ ἀποστῆναι ἀπὸ τοῦ υἱοῦ μου καὶ τῆς κατʼ αὐτοῦ ὀχλήσεως ὑπʼ Ἀπολλῶτος χωρησο εἰ βούλεται κα δημόσια τῶν σπειράντων τὰ κτήματα αὐτοῦ καταθεὶς βασιλεὺς οὐ πρὸς ἀνθρώπους ὑπὲρ ἀλλῶν ἤγουν θῆναι τὰ χωρία Ἀπολλῶτος καιροῦ καλοῦντος καὶ πληρωθῆναι αεται. ἤκουον γὰρ Ἀπολλῶτος ἐνταῦθα γεναμένου μετὰ τοῦ πρὶν αὐτὸν ὑπεισϊέναι τὴν πρωτοκωμητίαν ὅτι τὰ δημόσια ἰδικῶς παρέχω τῷ κυρίῳ Μηνᾷ καὶ οὐ τῷ βοηθῷ Ἀφροδίτης τ Ἀφθόνιον εἶδονἶδον ἐκεῖνον κατατρύχοντα τοὺς ἐμοὺς ἀνθρώπους ἐκ τούτου ᾔτησα τὸν πάγαρχον ἀλλότριον τὸν βοηθὸν χρυσικὰ δημόσια. εἰ δὲ ὅτε ἐπορθήθη ἡ οἰκία αὐτοῦ τὰ ἐντάγια ἐλήμφθησαν πράγματα ἐγὼ ἀγνοῶ, ὅρκος δὲ ἐπὶ τούτῳ προβήσεται τὸν ἀναίτιον μου υἱὸν ἀλόγως ἐπηρεασθῆναι ὑπὲρ ξένων ὑπὲρ αὐτῶν λαβόντα ἀπείρατα μέγιστα ὑπερεύξομαι τούτου τυχὼν τα ὑπὲρ σωτηρίας καὶ διαμονῆς ὑμῶν τε καὶ τῶν λαμπροτάτων ὑμῶν τέκνων δέσποτα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.