Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.1.67005

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χμγ Φλαυίῳ Τριαδίῳ Μαριανῷ Μιχαηλίῳ Γαβριηλίῳ Κωνσταντίνῳ Θεοδώρῳ Μαρτυρίῳ Ἰουλιανῷ Ἀθανασίῳ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ ἀπὸ ὑπάτων καὶ ὑπερφυεστάτῳ πατρικίῳ πραιφέκτου Ἰουστίνου δουκὶ καὶ αὐγουσταλίῳ τῆς Θηβαίων ἐπαρχείας τὸ β. δέησις καὶ ἱκεσία παρʼ ἐμοῦ τῆς ἐλεεινοτάτης ὀρφανικῆς δούλης Σοφίας, ὁρμωμένης ἀπὸ Ἀφροδίτης τῆς πανταθλίας κώμης τοῦ Ἀνταιοπολίτου νομοῦ ἡ θεία πρόνοια καὶ οἱ φιλόχριστοι δεσπόται τῶν σκήπτρων τὴν ὑμετέραν εὐκλεῆ ὑπερφυΐαν ἐθέσπισανἐθέσπιζαν ἄρχειν τήνδετήντε τὴν παντάθλιαν Θηβαίων χώραν οσυ τοὺς κατʼ ἐμὲ ἠδικημένους εὐτελεστέρους καὶ ἀθλίους, ὡς ἱκανὴν οὖσαν καὶ μισοπόνηρον τὴν ὑμετέραν φιλόπτωχον ὑπερφυΐαν· καὶ τοῦτο αὐτὸ ἀκριβῶς ἐπισταμένη, καὶ πυθομένηπευσασα τὸ εὐῶδες καὶ πανεύφημον ὑμῶν δικαιοπραγὲς πρόβλημα, παρὰ πόδα τῶν ἀνεπάφων καὶ εὐκλεεστάτων ὑμῶν ἴχνων κυλινδουμένη ἧκον, βουλομένη καὶ αὐτὴ τὴν ὑμετέραν εὐτυχῆσαι δικαιοσύνην, οἷον σσι ταύτην ἐν τῷ κατʼ ἐμὲ πράγματι τοιοῦτον ἔχοντι τὸν τρόπον διδάσκω δὲ τὸ πάντιμον ὕψος ὑμῶν ὡς ὀρφανικῶςτυραννικῶςτυρανικῶς τὸν βίον διατελοῦσα τῇ τῶν γάμων ἁρμονίᾳ ἐκδότος ἐγενάμην μετὰ γνώμης τῶν ἐμῶν θείων περιόντων, καὶ παιδοποιήσασα ἀπὸ τοῦ εὐμοίρου ἀνδρὸς τέκνον ἀρρενικὸν πενταέτηρον ?, τοῦ βίου ὑπαναχωρήσαντος τούτου, κατέλιπενκατέλειπεν αὐτό μοι θηλαζομένῃ εμ ἀπὸ μόχθου δέδωκεν ὁ τούτου πάτηρ περιὼν κατὰ πρὸ γάμου δωρεάν, ἀπὸ βίας τῶν δημοσίων πρακτόρων τῆς κώμης καὶ τῶν ἀδελφῶν τοῦ αὐτοῦ θανόντος ἐμοῦ ἀνδρὸς ἀπεταξάμην αὐτοῖς, συλλαβοῦσα τὸ εἰρημένον μου μόνον ὀρφανὸν παιδίον ἀπερίστατον. ὕστερον δὲ διὰ τοῦτο ἐγκακηθεῖσα αρως ὡμίλησαὁμίλησα, καὶ ὀλίγου χρόνου διαγεναμένου παίδων μετʼ αὐτοῦ ἄπωθεν, κατέσχεν τις αὐτὸν τὸν ἐμὸν ἄνδρα Σενούθης ὀνόματι ομιας ὑπαρχ ἀπὸ τῆς Πανὸς πόλεως ὁρμώμενος, ὑπὲρ ἐγγύης γεναμένης παρὰ τοῦ ἐμοῦ ἀνδρὸς ὑπὲρ Ἱερημίου τινος τῆς κώμης βοηθοῦ· ἀκουόμενος του θαλμου καὶ σιν θανασίμοις περιβαλὼν ὁ εἰρημένος τιμωρητὴς Σενούθης ἀνείλετο αὐτόν· ἐκ δευτέρου δὲ κατὰ μηχανοπανουργίας τρόπον σε τὴν ἐμὴν χηραιότητα καὶ τὴν ἐλευθερίαν διαφθεῖραι καὶ ἀσχημονῆσαι τὴν ἐμὴν εὐγένειαν, μὴ βουληθεῖσαν δὲ ἐξακολουθῆσαι τῷ αὐτοῦ πείσματιπίσματι καὶ τῇ ἀκολάστῳ ἡδονῇ, παρέβαλέν με ἐν τῇ ἰδικῇ αὐτοῦ φυλακῇ, παρασκευάσας ἡμέρανἡμέρον ἐμὲ βακλισθῆναι καὶ πελματισθῆναι καὶ κρεμασθῆναι ἀγρίως εἰς λόφονοφον ἐπὶ πέντε μῆνας φυλακῆς. ἐκέλευσεν ὁ δεσπότης μου ὁ λαμπρότατος κύριος Κόλλουθος ὁ καγκελλάριος καὶ παγάρχης ἀπολυθῆναί με· οὐκ ἀπελύθην παρὰ τοῦ εἰρημένου παμμιάρου Σενουθίου, ὕστερον δὲ αὐτοῦ ἀπερχομένου εἰς τὴν Πανὸς, μεθʼ ὃ ἐμὲ ἐταμίευσεν καὶ ἐναφῆκέν μου τὰ κτήματα ἀγεώργητα, μὴ ἔχουσα ἐπιμελητὴν καὶ ανους μου ἐξεδίωξεν, παρέβαλέν με τῷ προρηθέντι κακοβούλῳ Ἱερημίᾳ τῷ τὴν πᾶσαν ἀνατρέψαντι κώμην βοηθῷ· ἔμεινεν καὶ αὐτὸς διπλώματι ἐξ ἐκείνου παραθέσεως· καὶ μηδὲν κληρονομήσασα καὶ τοῦ πρώτου καὶ τοῦ δευτέρου ἀνδρὸς μήτε μὴν χρεωστοῦσα ὑπὸ τῶν ιν παντελῶς καὶ οὕτως παραδέδωκεν τὴν ἐμὴν χηραιότητα μετὰ τοῦ ὀρφανικοῦ μου παιδίου τοῖς Μακεδόσι στρατιώταις. καὶ ἐκείνωνκἀκεἰνων μαθόντων τὴν ες, ὥστε τύχης ἀπέλυσάν με· τὸ δὲ παιδίον μου παρεκράτησεν ὁ κάκιστος Ἱερημίας, ἀφῆκεν αὐτὸ ἐκτὸς τοῦ ἐμοῦ θηλάσματος, ταπεινῶν αὐτὸ διόλου μέχρι απε πείσματαπίσματα αὐτοῦ οὐκ ἐποιης διὸ παρακαλῶ ἐνορκίζουσα τὸ ὕψος ὑμῶν κατὰ τοῦ ἀενάου θεοῦ Σωτῆρος καὶ τῆς σωτηρίας ὑμῶν καὶ τῶν εὐκλεεστάτων τέκνων αςυτο σααυτθατοι εἰ παρασταίη ἱκανῶς προστάξαι ἐμὲ ἐν ἅπασι ἐκδικηθῆναι καὶ τὸ ὀρφανόν μου παιδίον θεὸς φυλάξῃ ὑμᾶς ἐπὶ μήκιστον χρόνον, δέσποτα ἐνδοξότατοι ὑπερφυέστατοι στρατηλάται δοῦκεςδουξ αὐγουστάλιοιἀγουστάλιει πατρίκιοι κύριοι τῆς ἐπαρχείας Φλαυΐῳ Μαριανῷ Μιχαηλίῳ Γαβριηλίῳ Σεργίῳ ΒάκχῳΒαχῳ Ναρσῇ Κόνωνι Ἀναστασίῳ Δομνίνῳ Θεοδώρῳ Καλλινίκῳ τῷ ὑπερ φυεστάτῳ κόμετι τῶν καθωσιωμένωνκαθοσιωμεν δομεστικῶν δουκὶ καὶ αὐγουσταλίῳ Θηβαίων χώρας.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.