Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.17.2133
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αῳ ω τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίας Ἠοῦτος Ἡρακλείδου μητρὸς ἀπὸ κώμης τοῦτο Ὀξυρυγχίτου νομοῦ. δέησιν δικαιοτάτην τῇ σου ἐπιεικίᾳ, δέσποτα ἡγεμών, προσφέρουσα δέομαι τῆς ἀπὸ τοῦ σοῦ μεγαλείου εὐεργεσίας καὶ αχ ἀδικου μένη ὑπὸ τοῦ οὐκ ἂν εἴποιμι θείου πρὸς πατρὸς θεμ παρατιθεμένη, εἰς τὸ τῶν δικαίων τυχεῖν ὑπὸ τῆς σῆς καλοκαγαθίαςκαλοκαγαθείας. ὁ προ ειρημένους μου τοίνυν πατὴρ Ἡρακλείδης ἔτι μου καταδεοῦςαδεοῦς οὔσης τὴν ἡλι κίαν τὸν βίον μετήλλαξεν ἀδιάθετος, δηλαδὴ ἐπί τε ἐμοὶ καὶ ἑτέροις μου ἀδελφοῖς τρισὶ κατὰ τοὺς νόμους κληρονόμοις ἐξ ἴσουεἴσου μέρους. ὁ δὲ τούτου οὐκ ἂν εἴποιμι ἀδελφὸς ἐμοῦ δὲ κατὰ πατέρα θεῖος Ἀοῖσεις τὸ ὄνοματουνομα ὡς εἰς τὸ διοικεῖνδιοικῖν τὰ ὑπὸ τοῦ πατρός μου καταλειφθέντα καὶ ἀποκαταστῆσαι ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου εἰς ἐπιτροπίαν ἑαυτὸν ἐπέθετο πρὸς ἐν ἡλικίᾳ γενομέ νοις μετὰ πάσης πίστεως ἀποκαταστήσεινἀποκατασητήσειν τὰ τοῦ πατρός. ἐν ὥρᾳ οὖν τοίνυν γενομένη γάμου ἐξεδόθην ωνι δεκαδάρχῃ, μηδέν μοι κα θʼ ὁνδήποτʼ οὖν τρόπον εἰς λόγον προικὸς ἐπιδεδωκότοςἐπιδεδωκως οὐδὲ σχεδὸν εἰπεῖνεἰπῖν καὶ αὐτὴν τὴν ἐσθῆτα ὡς ἂν πεοιιας γενομένης ἀποκαταστῆ σαί μοι τὸ ἐπιβάλλον μοι μέρος τῆς κληρονομίας τοῦ ἡμετέρου καὶ προειρημέ νου μου πατρός. ἤδηηδο οὖν παῖδεςπαιδων δύο ἐκ τοῦ ἡμετέρου ἀνδρὸς γεγένηνταιγεγενηται τοῦ θείου μου Ἀοίσιος μηδὲν τὸ καθʼ ὅλον ἐπιδεδωκότος ἀναγκαίων πλει στάκις μου δικαιολογουμένης μου πρὸς τοῦτον τῆς ἀποκαταστάσεως ἕνεκεν τοῦ ἐπιβάλλοντός μοι μέρους κληρονομίας τοῦ ἡμετέρου πατρός, ὃς δὲ ἐκ τῶν ἐναντίων ὕβρις οὐ τὰς τυχούσας προσετρίψατό μοι βουλόμενος στερέ σαίστερέσέ με, οὐ μὴν ἀλλὰ καὶ τοὺς ὑποδεεστέρους τῇ ἡλικίᾳ ἀδελφούς μου. ὅθεν ἀναγκαίως καταλαμβάνωκαταλαμνανω τοὺς σοὺς τοῦ ἐμοῦ κυρίου πόδας διὰ ταύτης μου τῆς ἀξιώσεως καὶ δε ομένη κελεῦσαίκελεῦσέ σεσαι διʼ εὐτονωτάτης σου ὑπογραφῆς διʼ οὗ ἐὰνἐα τὸ μεγαλεῖόν σου δοκιμάσῃ τοῦτον ἐπαναγκασθῆναι ἀποκαταστῆσαι τὰ τῆς κληρονομίας τοῦ προειρημένου μου πατρός, ἵνʼ ὦ εὐεργετημένη καὶ εἰς ἀεί σοι διὰ παντὸς χάριτας ὁμολογεῖν. διευτύχει. Αὐρηλία Ἠῦς ἐπιδέδωκα. Αὐρήλιος Διογένης ἔγραψα ὑπὲρ αὐτῆς φαμένης μὴ εἰδέναι γράμματα.Cross-references (3)
- TM-Text 17513 primary
- DDbDP-Text p.oxy;17;2133 tier-1
- HGV-Text 17513 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.