Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.diog.18tripl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. οὗ ἐπέδωκα Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν βιβλιδίου καὶ ἧς ἔτυχον ὑπογραφῆς ἀντίγραφον ὑπόκειται, καὶ ἀξιῶ τὰ ἀκόλουθα πραχθῆναι, ἐπί τροπον καταστῆσαί σε τοῖς ὑπογεγραμμένοις ἀφήλιξι εἰςἰς τὸ μηδὲν αὐτοῖς παραπολέσθαι, τοῖς νόμοις ἀκολούθως. ἔστι δέ· Τιβερίῳ Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν ἐκ κ θείας κελεύσεως, παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. δέησιν ἁρμόζουσαν τῇ σῇ καλοκἀγαθίᾳκαλοκαγαθειαν προσφέρων εὔελπίς εἰμιἰμοι τῶν ἀπὸ σοῦ δικαίων τυχεῖν. τὸ δὲ πρᾶγμα διὰ βραχέων ὁριῶ. τῷ διεληλυθότι μηνὶ Φαῶφι ἡ ἀδελφή μου Ὀκταου ία Λουκρητία ἐτελεύτησεν ἀδιάθετος ἐπὶ κληρονόμοις τρισὶν υἱοῖς ἐκ διαφόρων γάμων, Μάρκοις Αὐρηλίοις Ἰουλιᾷ καὶ Λουκρη τίῳ καὶ Ῥούφῳ ἀφήλιξι. ὁ μὲν οὖν εἷς αὐτῶν Ἰουλιᾶς ὑποχείριος ὢν τῷ ἰδίῳ πατρὶ Μάρκῳ Αὐρηλίῳ Ἥρωνι ἀπείληφενἀπίληφεν τὸ ἐπιβάλλον αὐτῷ μέρος τῶν ἀπολελειμμένωνἀπολελιμμένων. οἱ δὲ ἕτεροι ὁ μὲν Λουκρήτιος ἀπάτωρ τυγχάνειτυγχάνι, τοῦ δὲ Ῥούφου ὁ πατὴρ ἐτελεύτησεν, καὶ οὐδεὶςοὐδὶς αὐτοῖς ὑπάρχει ἐγγυτέρω γένειγένι ἢ ἐγὼ Λουκρήτιος Διογένης, διʼ οὕσπερ τήνδε τὴν δε την δέησιν ποιοῦμαι, καὶ παρακαλῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι διʼ ἱερᾶςεἱερᾶς σου ὑπογραφῆς τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ στρατηγῷ, ἔνθα ἐστὶν αὐτῶν τὰ πράγματα, καταστῆσαί με ἐπίτροπον τῆς ὀρφανείας τῶν παίδων, ἵναεἵνα δυνηθῶ τὴν διοίκησιν τῶν καταλειφθέντων αὐτοῖς ποιήσασθαι, πρὸς τὸ ταῦτα φυλαχθῆναι αὐ τοῖς εἰς τελείωσιν. διευτύχει. Μᾶρκος Λουκρήτιος Διογένης διʼ ἐμοῦ Αὐρηλίου Σαραπίωνος ἐπιδέδωκα. ὁ στρατηγὸς πρὸ ὀ φθαλμῶν ἔχων τὸν ἴδιονεἴδιον κίνδυνον ἐπίτροπονἐπίτροφον τοῖς ἀφήλιξι καταστῆσαι φροντίσειφροντίσι. κολλημάτων ξη.Cross-references (3)
- TM-Text 10693 primary
- DDbDP-Text p.diog;;18tripl tier-1
- HGV-Text 10693 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.