Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.6.907

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρήλιος Ἑρμογένης ὁ καὶ Εὐδαίμων ἐξηγητὴς βουλευτὴς καὶ πρύτανις τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως τόδε τὸ βούλημα Ἑλληνικοῖς γράμμασι κατὰ τὰ συνκεχωρημένα ὑπηγόρευσεν· Αὐρήλιοι Ἑρμεῖνος καὶ Ὡρείων καὶ Ἡρακλείδης καὶ Πτολεμαὶς καὶ Διδύμη, οἱ πέντε τέκνα μου γλυκύτατα ἐκ τῆς συνούσης μοι γυναι κὸς Αὐρηλίας Ἰσιδώρας τῆς καὶ Πρείσκας ματρώνας στολάτας, αἱρέσει τῇ ὑποτεταγμένῃ ἐφʼ οἷς ἕκαστος προσδέξεταιπροσδ κληρονόμοι μου ἔστωσαν, οἱ δὲ λοιποὶ πάντες ἀποκληρόνομοί μου ἔστωσαν, προσερχέσθωσάν τε τῇ κληρονομίᾳ μου ἐπὶ τοῖς ἑκάστῳ καταλιμπανομένοις ὅταν γνῷ καὶ δύνηται μαρτύρασθαιὁπόταν ρασθαι ἑαυτοὺς ἐμοῦ κληρονόμους εἶναι, οὗτοί τε ὑπεύθυνοι ἔστωσαν διδόναι ποιῆσαι παρασχέσθαι ταῦτα πάντα ὅσα ἐν τούτῳ μου τῷ βουλήματιταύτῃ τῇ διαθήκῃ μου γεγραμμένα ἐστί, τοῦτό τε τῇ πίστει αὐτῶν παρακατατέθειμαιπαρακατατέθεμαι. Αὐρηλίοις Ἑρμείνῳ καὶ Ὡρείωνι καὶ Ἡρακλείδῃ τοῖς τρισί μου υἱοῖς γλυκυτάτοις δίδωμιυἱοῖς ὡς πρόκειται καταλείπω κοινῶς ἐξ ἴ σου ὑπὲρ τῆς κληρονομίας τῆς ἐμῆς ὃ ἔχω περὶ τὸ Ἴστρου τῶν κατὰ τὸ ἄνω Ἰσεῖον ἀμπελικὸν χωρίον καὶ σιτικὰςσειτικὰς ἀρούρας πάσας καὶ νυς καὶ χρηστήρια καὶ συνκυροῦντα πάντα καὶ ἃς ἔχω περὶ Σεφὼ σιτικὰςσειτικὰς ἀρούρας πάσας καὶ ἐν τῇ μητροπόλει τὴν μου οἰκίαν καὶ τὴν ἐν αὐτῇ ἐνδομενείαν πᾶσαν, τῷ δὲ Ἑρμείνῳ μόνῳ κατʼ ἐξαίρετον ἃς ἔχω περὶ Σεν κοινὰς πρὸς σιτικὰςσειτικὰς ἀρούρας πάσας καὶ δοῦλόν μου ὀνόματι Φιλοδιόσκορον. Αὐρηλίαις Πτολεμαίδι καὶ Διδύμῃ ταῖς προγεγραμμέναις θυγατράσι μου δίδω μι καταλείπω καὶ αὐταῖς κοινῶς ἐξ ἴσου ὑπὲρ τῆς κληρονομίας τῆς ἐμῆς ὃ ἔχω κοινὸνποινον πρὸς τὸν αὐτὸν ἀμπελικὸν χωρίον καὶ σιτικὰςσειτικὰς ἀρούρας πάσας καὶ προχρείας καὶ χρηστήρια καὶ συνκυροῦντα πάντα, τῇ δὲ Διδύμῃ μόνῃ κατʼ ἐξαίρετον ἀλλὰ καὶ τῇ Πτολεμαίδι βεβαιῶ διὰ τούτου μου τοῦ βουλήματος ἣν φθάσας ἐπιδέδωκα αὐτῇ προῖκα ε καὶ καταλείπω τὴν δούλην ὀνόματι Εὔνοιαν, τὰ δὲ λοιπά μου δοῦλα σώματα τέσσαρα Διοσκουρίδην καὶ Σαβεῖνον καὶ Ἑρμ καὶ τοῖς προκειμένοις ἄρρεσι τοῖς τρισὶ καὶ τῇ μιᾷ τῶν θηλειῶν, λέγω δὴ τῇ Διδύμῃ. Αὐρηλίᾳ Ἰσιδώρᾳ τῇ καὶ Πρείσκᾳ τῇ συνούσῃ μοι γυναικὶ πρεπόντως περὶ τὴν συμβίωσιν ἀναστραφείσῃ καταλείπω κυριευτικῶς ἃς ἔχω κοινὰς πρὸς τὸν αὐτὸν περὶ βιν σιτικὰςσειτικὰς ἀρούρας πάσας προυπαλλαγείσας αὐτῇ ὑπʼ ἐμοῦ πρὸς τὴν προσενεχθεῖσάν μοι ἐπʼ αὐτῇ τότετ φερνήν. ἐπίτροπον δὲ ποιῶ τῶν προκειμέ νων ἀφηλίκων μου τέκνων τριῶν Ὡρείωνος καὶ Ἡρακλείδου καὶ Διδύμης ἕως ἂν οἱ μὲν ἄρρενες τῆς ἡλικίας γένωνται ἡ δὲ θήλεια ἀνδρὶ γαμηθῇ Αὐρήλιον Δημήτριον τοῦ Διονυσοθέωνος, ἐπακολουθούσης πᾶσι τοῖς τῇ ἐπιτροπείᾳ διαφέρουσι τῆς προγεγραμμένης μου γυναικὸς Ἰσιδώρας τῆς καὶ Πρείσκας, καὶ διὰ τοῦτο οὐ βούλομαι ἄρχοντα ἢ ἀντάρχοντα ἢ ἕτερόν τινα παρεντιθέναι ἑαυτὸν ἐ πιτέλλω γὰρ καὶ τῆς τοῦ ἀνεψιοῦ μου Διδύμου εἶναι εὐσεβείας βοηθήσειν τῷ Δημητρίῳ ἐν οἷς ἐὰν αὐτοῦ δέηται Αὐρηλίῳ Διονυσάμμωνι φίλῳ μου καταλείπω δοθῆναί τε βούλομαι κατʼ ἔτος ἐφʼ ὃν ζήσεται χρόνον ἀφʼ ὧν ἔχω περὶ Μῶα σιτικῶνσειτικῶν ἀρουρῶν οἴνου μὲν ἅμα τρύγῃ κεράμια τριάκοντα καὶ πυροῦ μέτρῳ δεκάτῳ τῷ Παῦνι μηνὶ ἀρτάβας τῇ Δι δύμῃ ωραγενομεν ὑπὸ τῶν ἀδελφῶν αὐτῆς ἀργυρίου τάλαντα τέσσαρα , τὴν φροντίδα τ κληρονομία. τὸ βούλημα ἐποίησα ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχειτῶν πόλει α ἔτει τοῦ κυρίου ἡμῶν Μάρκου Κλαυδίου Τακίτου Παῦνι ζ. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Κλαυδίου Τακίτου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι ζ. Αὐρήλιος Ἑρμογένης ὁ καὶ Εὐδαίμων τὸ βούλημα πεποίη κα ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἐλύθη τοῦ αὐτοῦ α ἔτους Ἐπείφ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.