Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lips.2.149
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἑβδόμου αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Παῦνι κη ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τὰδε διέθετο νοοῦσα καὶ φρονοῦσα Α ἀπελευθέρα Τααμοίτος μετὰ κυρίου μητρὸς Σαραεῦτος ἀπὸ τῆς αὐτῆς πόλεως, ὅνπερ ᾕρηται καὶ συνε διὰ Διονυσίου διαδόχου ἀκολούθως ᾧ ἐπέδωκε αὐτῷ βιβλιδίῳ ο τοῖς τοῦ ἀ γορανομείου ἐπιτηρηταῖς ἐν ἀγυιᾷ· δι ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τήνδε τὴν διαθήκην, ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δʼ ἐπὶ τῇδε τῇ διαθήκῃ τελευτήσω κληρονόμους ἀπολείπω τόν τε υἱόν μου Ἄγαθον τὸν καὶ Ἀγαθειν Θέεωνος τοῦ καὶ Διογένους καὶ ἀμφοτέρους ἀπὸ τῆς αὐτῆς πόλεως, ἑκάτερον δὲ αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μὴ τῆς ὑπαρχού σης μοι ἐπʼ ἀμφόδουἀνφόδου Μητρῴου οἰκίας διπυργίας καὶ αἰθρίου ὑφʼ ἣν κατάγειον τον τοῦ τῆς αὐτῆς οἰκίας κατουτην ολειτην ευπορ τῆς αὐτῆς οἰκίας καὶ ἀπὸ τῶν ὑπαρχόντων μοι περὶ κώμην Πα τους, ἀμφοτέρους δὲ κοινῶς ἐξ ἴσου τοῦ αρι αὐτῆς καὶ τῶν καὶ τῶν ἄλλων ὑπʼ ἐμοῦ ἀπολειφθησομένων καθʼ ὁνδηποτοῦν τρόπον παντοίων πάντων βούλομαι ὑπὸ τῶν προδηλουμένων μου κληρονόμων κοινῶς κ ἀπὸ τῆς αὐτῆς πόλεως ἐὰν ἀνθρώπινόν τι πάθῃ, ἐπακολουθησα μοις μου περὶ οὐδενὸς ἁπλῶς τῷ καθόλου παρευρέσει οὐδεμιᾷ δ με περιγράφειν, παρὰ δὲ ταῦτα μηδενὶ ἐξόντος παραβαίνειν, τὸν δὲ παραβησόμενον ἐκτίνειν τῷ ἐμμένοντι τό τε βλάβος καὶ εἰς ἐπιτίμου λόγον ἀργυρίου δραχμὰς δισχειλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσαςCross-references (3)
- TM-Text 78448 primary
- DDbDP-Text p.lips;2;149 tier-1
- HGV-Text 78448 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.