Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.isid.74dupl

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρηλίῳ Ἀντωνίῳ τῷ διασημοτάτῳ ἡγεμόνι Αἰγύπτου Ἡρκουλίας παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοείτου νομοῦ. πᾶσι μὲν βοηθεῖν εἴωθεν ἡ σὴ περὶ πάντα κηδεμονία, ἡγεμὼν δέσποτα, ἐξαιρέτως δὲ ἡμῖν τοῖς μετρίοις καὶ καλῶς εὖ βιοῦντες. τὸ δὲ κατʼ ἐμὲ πρᾶγμα τοῦτον ἔχει τὸν τρόπον. βίαν καὶ ἀγνωμοσύνην παθών, κύριε, ὑπὸ Κάστορος καὶ Ἀμμωνιανοῦ ἀπὸ τῆς αὐτῆς κώμης, περὶ τῆς τῶν παρανομούντωνπαρανομώντων τούτων ἀνδρῶν καὶ ἀγνωμοσύνην πλείστην πεποιηκότων μοι ἐπειδή, δέσποτα, ἐμισθωσάμην παρὰ Κάστορος καὶ Ἀμμωνιανοῦ σιτικὰς ἀρούρας εἰκοσιπέντε ἢ ὅσας ἐὰν ὦσι ἐπὶ κοινωνίᾳ ἡμίσουἡμίσυ μέρους πρὸς μόνην τὴν τοῦ ἐνεστῶτος ἔτους σποράν, ἐμοῦ τε ἐπὶ πλεῖον τὰ τῶν ἀρουρῶν ἔργα πάντα μέχρι τῆς τε συνκομιδῆς, τῶν σπερμάτων διδομένων ὑπʼ ἐμοῦ τοῦ Ἰσιδώρου ἐκ προχρείας, τοῦτʼ ἔστι παρέσχον αὐτοῖς εἰς κατασπορὰν σίτου ἀρτάβας κ κριθῆς ἀρτάβας ϛ καὶ φασήλουπασήλου ἀρτάβας γ, ἀλλὰ μὴν καὶ εἰς ἐντὸς ὑποσχισμῶν μισθίων τετραπόδων ζεύγη ἑξήκοντα ἀργυρίου τάλαντα δεκαπέντε καὶ ὑπὲρ τιμῆς ου τάλαντα δύο, καὶ ἐν χρήσει λαβόντες παρʼ ἐμοῦ ἐγγράφως καὶ ἀγράφως εἰς ἰδίαν αὐτῶν χρείανχρίαν ἄλλα ἀργυρίου τάλαντα ὀκτὼ καὶ σάκκον τρίχινον κενὸν ἕναἓν καὶ σίτου ἄλλας ἀρτάβας κβ 𐅵 καὶ φασήλου ἀρτάβας ιη καὶ τὰ ἀναλωθέντα ὑπʼ ἐμοῦ ἐκ τῶν ἡμετέρων ὑπὲρ μισθῶν τοῖς θερισταῖς ὁμοίως σίτου ἄλλας ἀρτάβας κδ, μηδὲν κακὸν προσδοκή σαντός μου ὑπὸ τούτων παθεῖν, νομίσας τούτους πίστιν μοι ἀνασῴζειν, οἱ δὲ αὐθαδίᾳ χρησάμενοι ἀλόγως καὶ ῥιψοκινδύνως παρὰ τοὺς νόμους, μὴ εὐλαβηθέντες τὸν φόβον σου τοῦ ἐμοῦ δεσπότου, ἀπελθόντες ἄνευ τῆς ἐμῆς γνώμης πάντας τὰς ἁλωνίας ἃς ἔχω ἅμα αὐτοῖς ἐπικοινωνούντων ἐβάσταξαν εἰς τὸ ἴδιον, καὶ δὴ ἐμοῦ ταῦτα μαθόντος παραγενόμενος ἐπὶ μιᾷ ἁλωνίᾳ σίτου καὶ δικαιολογησάμενος πρὸς τὸν Κάστορα ἐπὶ παρόντων μαρτύρων τούτου ἀπεταξαμένου μοι καὶ μηδὲν δεδωκότος μοι ἀνεχώρησα ἐπεὶ οὖν πάμπολλα προέχρησα αὐτοῖς ἐγγράφως καὶ ἀγράφως, ὅθεν μὴ δυνάμενος πρὸς αὐτοὺς βιβλία ἐπιδέδωκα τῷ τοῦ νομοῦ στρατηγῷ καὶ τῷ πραιποσίτῳ τοῦ πάγου περὶ τῆς αὐτῶν ἀγνωμοσύνης, ἠπείχθην οὖν τὴν καταφυγὴν ποιήσασθαι πρὸς τοὺς σοὺς τοῦ ἐμοῦ κυρίου πόδας δεόμενος καὶ παρακαλῶν, ἄνθρωπος μέτριος κατὰ τὸ παντελὲς σχεδὸν τροφῶν ιων ἀναγκαίων ἐπενδεόμενος, ὅπως κελεύσῃς διʼ εὐεργετικωτάτης σου ὑπογραφῆς ἐπαναγκασθῆναι τοὺς προειρημένους ἀποκαταστῆσαί μοι τὰ προκείμενα πάντα προνοίᾳ οὗ ἐὰν τὸ μεγαλεῖόν σου δοκιμάσῃ ἵνα δυνηθῶ ἐκ σῆς βοηθείας ἀπο λαύειν τῶν ἰδίων καὶ συμμένειν με ἐν τῇ ἰδίᾳ, καὶ τούτου τυχὼν εἰς ἀεί σου τῇ τύχῃ χάριτας τὰς μεγίστας ὁμολογήσω. διευτύχει. Αὐρήλιος Ἰσίδωρος ὁ προκείμενος ἐπιδέδωκαΑὐρήλιος Ἰσίδωρος ἐπιδέδωκα. Αὐρήλιος Θέων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότοςἰδότος. dominis nostris Constantino et Licinio Augustis iiii consulibus die vi Kalendas Ianuarias, Χοιὰκ λ ὁ ἐξάκτωρ παρόντος τοῦ διαδικοῦντος μέρους κατὰ τοὺς νόμους διαλαβὼν μεταξὺ ὑμῶν τοῦτο ποιήσει γενέσθαι ὅπερ ὁ δίκαιος λόγος ἀπαιτεῖ, δηλαδὴ εἰ μὴ ἡγοῖ το ἕτερα ἐμπόδια κολλήματος ξγ τόμου α

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.