Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.50.3581

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φλαουίῳ Μαρκέλλῳ τριβούνῳ ἐπιτεταγμένῳς τῇ εἰρήνῃ παρὰ Αὐρηλίας Ἀττιένης ἀπὸ τῆς Ὀξυρυγχειτῶν πόλεως. Παῦλός τις ὁρμώμενος ἀπὸ τῆς αὐτῆς πόλεως ῥιψοκινδύνως φερόμενος κατὰ βίαν καὶ κατʼ ἀνάγκην ἀφήρπα σέν με καὶ συνῆλθέν μοι πρὸς γάμον καὶ ἐπαιδοποιησάμηνπρὸς γάμον δομ ἐξ αὐτοῦ θηλυκὸν παιδίον εἰσαγαγοῦσα εἰς τὸν ἡμέτερον οἶκον μηδὲν πονμηνπον τὴν ἀνελεύθερον αὐτοῦ προαίρεσιν καὶ πάντα μου τὰ πράγματα κιονκ σεν καταλείπων με μετὰ καὶ τῆς νηπίας μου θυγατρὸς ἐν καιρμω συνῆλθεν ἑτέρᾳἑταίρᾳ γυναικὶγυναικεὶ καὶ εἴασέν με χηρεύουσαν. καὶ μετὰ χρόνον τινὰ πάλινπάλειν ἐξηπάτησεν διὰ πρεσβυτέρων ἄχρις οὗ πάλινπάλειν συν εισενέγκω αὐτὸν εἰς τὸν ἡμέτερον οἶκον γραψάμενός μοι συνπαραμεῖναι τὴν συμβίωσιν εἰ δὲ βουληθείη τὰ αὐτὰ ἀνελεύθερα πράγματα διαπράξασθαι ἐκτίσεινἐκτίσιν αὐτὸν χρυσίου οὐγκίας δύο καὶ ὁ τούτου πατὴρ ἐνγράφως ἀνεδέξατο αὐτόν. καὶ εἰσαγαγοῦσα αὐτὸν εἰς τὸν ἡμέτερον οἶκον χείρο ναχίρονα τῶν πρώτων αὐτοῦ σφαλμάτων ἐπεχείρησεν διαπράξασθαι καταφρονήσας τῆς ὀρφανίας μου οὐ μόνον ὅτι ἐρήμωσιν εἰργάσατο κατὰ τοῦ οἴκου μου ἀλλὰ καὶ στρατιωτῶν ἐπιξενευσάν των τῷ οἴκῳ μου ἀπεσύλησεν αὐτοὺς καὶ ἀνεχώρησεν καὶ ὕβρεις καὶ ζημίας ὑπέστην ἄχρις οὗ συγχωρήσωσίνσυνχωρήσουσίν μοι τὸ ζῆν. εὐλαβηθεῖσα μὴ κίνδυνον πάλινπάλειν ὑπομείνωὑπομίνω ὑπὲρ αὐτοῦ ῥεπού διον διὰ ταβουλαρίου προσέπεμψα αὐτῷ διὰ τοῦ τῆς πόλεως ταβουλαρίου κατὰ τὸν βασιλικὸν νόμον. πάλινπάλειν ῥιψοκινδύνως φερόμενος ἔχων τὴν γυναῖκαγυναῖκαν αὐτοῦ ἐπὶ τῆς οἰκίαςοἰκείας αὐτοῦ συνπαραλαβὼν μεθʼ ἑαυτοῦ πλῆθος ἀνδρῶν ἀτάκτων ἀφήρπασέν με καὶ κατέκλεισεν ἐπὶ τῆς οἰκίαςοἰκείας αὐτοῦ ἐπὶ οὐκ ὀλίγας ἡμέρας καὶ ὅτε ἐνκύμων ἐγενόμην πάλινπάλειν καταλείπων με συνῆλθεν τῇ αὐτῇ λεγομένῃ αὐτοῦ γυναικὶγυναικεὶγυναιει καὶααι νῦν ἐπαγγέλλεταί μοι φθόνον τινὰ κινεῖνκεινεῖν κατʼ ἐμοῦ. ὅθεν παρακαλῶ τὴν σὴν τοῦ ἐμοῦτοὐμοῦ στερρότητα κελεῦσαι αὐτὸν παραστῆναι καὶ ἀπαιτηθῆναι αὐτὸν κατὰ τὴν ἔνγραφον αὐτοῦ ὁμολογίαν τὰς δύο οὐγκίαςοὐγκείας τοῦ χρυσοῦ καὶ ὅσα ἐζημιώθην ὑπὲρ αὐτοῦτυτου καὶ ἐπιστραφῆναι αὐτὸν ἐφʼ οἷς τετόλμηκεν κατʼ ἐμοῦ. Αὐρηλία Ἀττίενα ἐπιδέδωκα

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.