Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.hels.1.1

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι Θεοῖς Ἐπιφανέσι καὶ Εὐχαρίστοις χαίρειν παρʼ Ἀσκληπιάδου. ἀδικοῦμαι ὑπὸ Πεταῦτος . ἐκ λαβόντος γὰρ μοῦ μετʼ ἄλλων τὴν ἕκτην τῶν παραδείσων τῆς Δικαίου τοῦ Ἀρσινοίτου νομοῦ τῶι ἔτει α καὶ Πεταῦτος τοῦ προγεγραμμένου μετέχοντός μοι τῆς αὐτῆς ὠνῆς πρὸς τὸ τέ ταρτον μέρος, περὶ ὧν καὶ ὅρκον ἐγραψάμεθα καὶ ὑπεκεχειρο γράφει ἕκαστος ἡμῶν τοῖς ἰδίοις γράμμασι, καὶ τούτου μὲν οὐχ ὑπομένοντος διεγγυῆσαι τοῦ ἐπιβάλλοντος αὐτῶι μέρους τετάρτου, ἀλλὰ κελεύοντος παρʼ αὐτοῦ δανείζεσθαι οὗ ἂν ἐγγυήσηται καὶ πραχθῇ ὑπὲρ ἡμῶν Ἀῦγχις ἡ γυνή μου, περὶ ὧν καὶ ἐγραψάμην αὐτῶι συγγραφὴν δανείου χαλκοῦ ταλάντων ζ, καὶ τούτου τετελεσμένου τὸ διεγγύημα αὐτοῦ κατ εστήσαμεν ν καὶ ἄλλων ἀντὶ ἐ σὺν τῆι αὐτοῦ ἀπομοίραι χαλκοῦ τάλαντα ε Γωκη, ὥστε ἀπέχειν τοῦτο. νυνὶ δὲ ἡμᾶς διασειόμενοςδιασευόμενος καὶ συκοφαντῶν πεποί ηται καταβόησιν ἐπὶ τῶν λαοκριτῶν κατʼ Ἀύγχιος τῆς γυναικός μου φάμενος ταύτην ἔγγυον γεγενῆσθαι, διὰ τῆς τοῦ δανείου συγγραφῆς ἧς ἐγραψάμην αὐτῶι μετὰ τῶν μετόχων, τοῦ ἐπιβάλλοντός μοι μέρους τρίτου. ἐπεὶ οὖν τὸ δάνειον ὃ ἀπαιτεῖ τὴν ἄνθρωπόν μου ἀντὶ τῆς ἐγγύης ἧς ἐνεγύησα κα θʼ ἡμᾶς ἐστινεισιν ἣν καὶ κεκόμισται, ἐπισυκοφαντῶν δὲ καθέστακεν ταύτην ἐπὶ τοὺς λαοκρίτας, ἀξιῶ ὢν συν επείγων καὶ καθήκοντόςκαθηκοτός μοι ἐπὶ τῶν τὰ προσοδικὰ κρινόντων χρηματιστῶν τὸ δίκαιον λαμβάνειν καὶ διδόναι, καὶ ἔστιν τὰ προγεγραμμένα ἀπὸ τῆς προσόδου τῆς Φιλαδέλφου, ἀποστεῖλαι μοῦ τὸ ὑπόμνημα ἐπʼ αὐτούς, ὡς ἂν χρηματί σαντες αὐτὸ εἰς κρίσιν ἀνακαλέσωνται τὸν Πεταῦν, καὶ ἐὰν ἀποδείξωμεν μετεσχηκότα ἡμῖν τὴν ἕκτην καὶ ἀπέχοντος αὐτοῦ τὸ διεγγύημα ὑπὲρ οὗ καὶ ἐγραψά μεθα αὐτῶι τὴν προγεγραμμένην δανείου συγγραφὴν συνκρίνωσιν οἱ χρηματισταὶ ἀποτεῖσαι αὐτὸν τὸ ἐπιβάλλον αὐτῶι μέρος τέταρτον ν προσδέχουσι δ τὴν τοῦ δανείου συγγραφὴν

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.