Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.5.1708
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος τῆς παρούσης πρώτης ἐπινεμήσεως Φλαυίου ἔτους δευτέρου με διαλαβὼν Ψάτου τοῦ υἱοῦ Ἀπολλῶτος ἐκ μητρὸς Ἡραείδος τοῦ καὶ τυγχάνοντος ἀπὸ ταύτης τῆς Ἀντινοέων πόλεως ποιουμένου μὲν τοὺς λόγους ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ τοῦ δευτέρου Κωνσταντίνου τοῦ ὄντος ἀφήλικος δ ἐναγομένου παρὰ Φοιβάμμωνος υἱοῦ στιππουργοῦ ἀνδρὸς Ἀναστασίας τῆς μείζονος αὐτοῦ ἀδελφῆς καὶ Φοιβάμμωνος ἑτέρου υἱοῦ Μηνᾶ ἀνδρὸς Μαρίας τῆς ἄλλης μικρᾶςμικρῆς αὐτοῦ ἀδελφῆς αἰτηθεὶς παρʼ αὐτῶν κατακολουθούντωνκατακολούντων τὸ μεταξὺ αὐτῶν ἐξετάσαιἐξετάζαι πρᾶγμα πρὸς ὃοὓ τὸ θεῖον διασαφήσῃ μοι ἀμφιβαλλομένων πρὸς ἀλλήλους περὶ τῆς πατρῴας καὶ μητρῴας κληρονομίας ἐπὶ τ τοῖς Φοιβάμμων ὁ καὶ ἀνὴρ Ἀναστασίας τὸ πρόσωπον καὶ τὴν χώραν τῶν των ἀποτελῶν τοῦ τε Φοιβάμμωνος ἑτέρου καὶ τῶν γαμετῶν αὐτῶν τῶν προαφηγηθέντων καὶ ἐναγόντων ἐπέχων δὲ καὶ τὴν τάξιν τοῦ διώκοντος παντὸς τούτων μέρους συνευδοκοῦντος καὶ συνεστῶτος ταῖς ὑπʼ αὐτοῦ λαλουμέναις δικαιολογίαις καὶ προλογίζων κατὰ πρώτην τάξιν ἔφασκεν τὸντου πατέρα τούτων πάντων Ἀπολλὼν ὀνόματι ἀπολειτουργήσαντα τὸν ἑαυτοῦ βίον μετὰ θάνατον τῆς πάντων τούτων μητρὸς Ἡραΐδος τῆς τούτου προ τελευσάσης καὶ καταλείψαντα ἡμῖν πάντα τὰ διηνέγκοντα αὐτῷ τε καὶ μητρὶ τούτων πράγματα ἀπὸ μείζονος ἕως βραχέος ἐντίμου τε καὶ ἀτίμου εἴδους πάσης τῆς ὑπαρχούσης αὐτοῖς κληρονομίας, τὸν δὲ προειρημένον Ψάτην τὸν ἡμέτερον ἀδελφὸν ὡς μείζονα ὄντα ἡμῶν ἀφαιρεῖσθαι πᾶσαν τὴν πατρῴαν καὶ μητρῴαν κληρονομίαν καὶ ἀποστερῆσαι ἡμᾶς τοὺς ὑπο δεεστέρους αὐτοῦ ἀδελφοὺς οὐ μὴν ἀλλὰ καὶ αὐθεντῆσαι ἐκμισθώσαντα τὰς γονικὰς ἡμῶν οἰκίαςοικειας καὶ ἐνοικολογῆσαι ταύτας καὶ οἰκειώσασθαι ἑαυτῷ τὰ πρόστεγα μὴ εὐπορωτέρως ἔχοντας τὸ ζῆν ἑαυτοῖς περιποιήσασθαι εἴγε τὰ μάλιστα στεγανόμια παρασχεῖν, καίτοι συνταξάμενός μοι ὁ προλεχθεὶς Ψάτης ἡνίκα ἔγημον τὴν αὐτοῦ ἀδελφὴν εὐθέως μετὰ τοὺς ἐπιτελεσθέντας γάμους τὸ πᾶν μέρος αὐτῆς τῶν τε οἰκοσκευῶν ἁπάντων ὀνόματος πατρός τε καὶ μητρὸς ἀποδοθῆναι ἐκ πλήρους καὶ προσεπὶ τούτοις ἔτι γε τὸ ἐπιβάλλον μοι ὑπὲρ τῆς ἐμῆς γυναικὸς μέρος τῶν εἰρημένων οἰκημάτων εἰς οἴκησιν· διὸ καὶ ἔσπευσα ἔκτοτε συναφθῆναισυναφτηναι τῇ αὐτοῦ ἀδελφῇ παρὰ τὸ μὴ ἔχειν με οἰκίαν καὶ διʼ ὅσα συνέθετο ἐπιδοῦναί μοι ἀντίπροικα πρὸ γάμου μίξεως καὶ ἕως ἄρτι κεκμήκαμεν αὐτὸν παρακαλοῦντες εἶτα καὶ δυσφημοῦντες οὐκ ἠνέσχετο ἡμῖν ἐκδοῦναι οὐδὲν ἐκ τούτων οὐδὲ μὴν ἀπὸ πατρῴας καὶ μητρῴας κληρονομίας φάσκων τὸν πατέρα ἡμῶν κεχρεωστηκότα πρὸ θανάτου καὶ ἕτερα πολλὰ καταδαπανᾶσθαι εἰς τὰ καθʼ ἑαυτὸν ἐκ τοῦ ἰδικοῦ αὐτοῦ ἐργοχείρου ὧν τὴν ἀπόδειξιν ἕως νῦν ἡμῖν οὐκ ἐδήλωσεν, ἀντακούσας δὲ ταῦτα Ψάτης ὁ παρὼν καὶ φεύγων ἐρωτηθεὶς παρʼ ἐμοῦ διʼ ἣν αἰτίαν ἀνέχεται τὰ πατρῷα παρα κατασχεῖν ἑαυτῷ μόνῳ πράγματα ἔφασκεν πολλὰ δεδωκέναι εἰς τὰ πατρῷα αὐτῶν χρέα καὶ εἰς ἀναλώματα τῶν τῆς ἀποτροφῆς δαπανημάτων τοῦ κοινοῦ αὐτῶν πατρὸς καὶ φανερά τε διάφορα εἰς προσφορὰν αὐτοῦ καὶ περιστολὴν λόγῳ κηδείας τοῦ αὐτοῦ σωματίου καὶ ὡσαύτως τοῦ σωματίου τοῦ ἀτέκνου τετελευτηκότος ἄλλου αὐτῶν ἀδελφοῦ Ἰωάννου ὀνόματι καὶ ἕως νῦν κεχρεωστηκέναι φανεροῖς λαμπροῖς προσώποις πολλὰ ὑπὲρ προτελείας χρεωστούμενα αὐτοῖς παρὰ τοῦ αὐτῶν πατρὸς ἀποθνῄσκοντος ὧν τὴν γνῶσιν προέφερεν περιέχουσαν νομίσματα τριάκοντα ὀκτὼ καὶ κεράτια τέσσαρα αὖ τινα λέγων ἀποδεδωκέναι μετὰ τὴν τελευτὴν τοῦ αὐτῶν πατρὸς καθʼ ἥν τε φανεροποιεῖ οἷα δὴ ἀποθρεψάμενος τοὺς εἰρημένους ἀδελφοὺς αὐτοῦ προσόδου κτημάτων μὴ ὑπαρχούσης τούτους εἰ μὴ ἐκ μισθοῦ καὶ μόνου τοῦ αὐτοῦ, ἐργοχείρου, φησίν ἐτρέφοντο γὰρ παρʼ ἐμοῦ διόλου, φήσας οὐ μὴν ἀλλὰ καὶ ὅσα λέγουσιν οἰκήματα ἔχειν πατρῷα καὶ μητρῷα εἰ μὴ μέρη οἰκημάτων οὐκ ἔχουσιν καὶ οὐκ ὁλόκληρα, τῆς μὲν μητρὸς ἡμῶν μέρος ἐκ μιᾶς καὶ μόνης οἰκίας, τοῦ δὲ πατρὸς ἕτερα δύο μέρη καὶ ταῦτα ἐσαθρώθησαν. ἐγὼ αὐτὸς ἀνηνέωσα οἰκοδομήσας τοὺς τοίχους πολλὰ εἰς τούτους καταδαπανώσας. ἐπὶ γὰρ τοῦ δευτέρου ἔτους τῆς ἀρχῆς Ἀπίωνος τοῦ ἐνδοξοτάτου πράττοντος ἡ μήτηρ ἡμῶν Ἡραΐς ἐτελεύτησεν ἐάσασα γαλακτοτροφούμενον τὸν ἀδελφόν μου τὰ θηλάσματα παρέχοντοςπαρεχων ὡς εἶναι δεκαεπτὰ ἔτη ἀπὸ τῆς τελευτῆς αὐτῆς μέχρι τῆς δεῦρο καὶ ἐπὶ τοῦ δευτέρου ἔτους Μαρκιανοῦ τοῦ ἐνδοξοτάτου τηνικαῦτα πράττοντος ὁ πάτηρ ἡμῶν Ἀπολλὼς ἀπεβιώσατο, ἐτυφλώθη δὲ ὁ αὐτὸς ἤτοι τῆς ὁράσεως ὑστερηθεὶς ἐξησθενηκὼς διόλου καὶ ἄπρακτος γέγονεν ἐπὶ Ὁρίωνος τοῦ προηγησαμένου ἔναγχοςἔναγκος τὴν ταξιαρχικὴν τότε ἐπέχοντος ἐξουσίαν καὶ συνευρέθη τοῖς γυναικαδέλφοις αὐτοῦ παρʼ αὐτοῖς τρεφόμενος ἐμοῦ δὲ ἐργαζομένου τὴν τοῦ τζαγκαρίου τεχνὴν μισθίου τάξει· καὶ ταύτης εὐθέως ἐπιλαβόμενος τῆς ἐμπειρίας ἑξῆς καὶ μισθοὺς κτησάμενος ἐργοχείρου ὕστερον ἐγκακηθέντα καὶ θλιβέντα τὸν ἐμὸν πατέρα ἀηδῶς τρεφόμενον παρὰ τούτων ἀνέλαβον αὐτὸν κατʼ οἶκον ἐπὶ Κόνωνος καὶ ἔθρεψα ἐξ ἰδίων μου πόνων καὶ ἱδρώτων οὐ μὴν ἐκεῖνον ὡς χρεωστῶν ἐποίησα ἀλλὰ καὶ τοὺς ἄλλους μου ἀδελφοὺς τόν τε θάνοντα καὶ ζῶνταζο͂ντα καὶ τὰς νῦν κατʼ ἐμοῦ παρούσας ἀδελφὰς ἐκδεδωκὼς γαμίσκεσθαι καταδαπάνησας ἅμα εἰς ταύτας γαμικῶν λόγῳ ἀναλωμάτων ἕτερα τινὰ καὶ μετὰ τὰς τοσαύτας ἐν ἅπασι εἰς αὐτοὺς ἀποδεδειγμένας ἐμὰς λειτουργίας. ἀντιπίπτουσι νῦνυν τῇ ἐμῇ φιλαδελφίᾳ καὶ ἐμὲ ἀποβδελύττουσι ἕτερα προσεπὶ τούτοις ζητοῦντες πρὸς ἐμὲ ἀπολαμβάνειν καὶ ἀπέκαμον βουλόμενος αὐτοὺς ἀπελλογαρίζειν ἤτοι λογισμοὺς πρὸς ἐμὲ ἐκθέσθαι περὶ πάντων τῶν ὑπὲρ αὐτῶν δοθέντων παρʼ ἐμοῦ εὐλόγως καὶ ἀναλωθέντων ὅπως ἀπολογήσονται εἰκότως καὶ ἀπολαμβάνουσι ὡσαύτως τὰ ἐκ γονέων ἡμῖν κοινῶς καταλελειμμένα πράγματα οὐκ ἠνέσχοντο καὶ ἐπειδήπερ ἔφη Φοιβάμμων ὡς ἐν ἀλλοτρίᾳ μένει οἰκίᾳ ἐπʼ ἐνοικίῳἐνοικείῳ οὐκ ἀληθὲς ἐδίδαξεν. ἐκδέδωκα γὰρ αὐτῷ τόπον κατοικήσεως ἐκ τῆς μιᾶς οἰκίας, οἱ δὲ λοιποὶ ἀδελφοί εἰσιν οἱ ἐξ ἑκείνου αὐτὸν ἀποδιώξαντεςαποξαντες φάσκοντες καὶ αὐτοὶ τοιοῦτοντουουτον ἕξειν ἢ καὶ τὸ μέρος αὐτῶν ἄνευ χρεῶν ἀποδόσεως καὶ καθὼς ἐλάλει περὶ τῶν ἰσοπροίκων συνέθετο ἐπιδοῦναι λόγῳ τῆς πρὸ γάμου δωρεᾶς τῆς ἀδελφῆς μου Ἀναστασίας καὶ εἰ μὴ ἓν νόμισμα οὐκ ἐξέδωκεν ὕστερον δεηθεὶς τῆς ἀναγκαίας τροφῆς ἤτοι σιταρχίας ἅμα ταύτῃ διάγων αὖθις ἐμὲ ἀπῄτησαν τὸ ἓν νόμισμα εἰρηκὼς τότε μὴ ἔχειν πόρον εὐζωΐας παρὰ τὸ ἐν ἀεργίᾳἀεργείᾳ νόσου γεγενῆσθαι αὐτὸν μηδὲν ἐπικτησάμενον ἐν τῷ κατʼ ἐκεῖνο καιροῦ χρόνῳ καὶ οὕτως τὰ δεδογμένα μεταξὺ ἡμῶν ἀποδίδοσθαιἀποδεδοσθαιδιδοσθαι παρʼ ἐμοῦ ὑπὲρ αὐτῆς ἰσόπροικα προδέδωκα αὐτῷ τε εἰληφὼς παρʼ αὐτοῦ ἀπὸ τότε καὶ σύγγραφον περὶ τῶν συντεταγμένων ἀσφάλειαν περιέχουσαν τὰ εἴδη ἐγγεγραμμένα αὐτῇ ὡς συνεθέμην δοῦναι καὶ πρὸς ἀληθῆ διάκρισιν ἐπεζήτησα, ἐγὼ ὁ ἀκουστὴς τῆσδε τῆς ὑποθέσεως τὴν γεναμένην τῶν συντεταγμένων εἰδῶν ἀσφάλειαν προέτεινέν μοι ὁ αὐτὸς Ψάτης τινὰ περιέχουσαν μὲν χαλκωμάτων διαφόρων εἴδη ὁλκῆς λιτρῶν δώδεκα καὶ ἐσθημάτων καμπανισθέντων, φησίν, ὁλκῆς λιτρῶν τριάκοντα ἑπτὰ, φανερὰ εἴδη, ἵνα δὲ μὴ μηκύνω τὸν λόγον, δηλοῖ ἡ τούτων γνῶσις ἐκ τῆς ἐκείνης ποιηθείσηςεισης χειρογραφίας παρὰ Ἀναστασίας καὶ Φοιβάμμωνος αὐτῆς ἀνδρὸς μετὰ συναινέσεως ἀλλήλων καὶ ἐκ τούτου τὸ ἀψευδὲς τῆς τῶν συντεταγμένων ἰσοπροίκων ἀποδόσεωςἀποδώσεως ἔφανη ἐναποδείκτως διὰ Ψάτου τοῦ φεύγοντος, οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς τοῦ ἕδνου αὖθις ἀναδόσεως τῆς ὑπʼ αὐτοῦ πάλιν γεγενημένης Ἀναστασίᾳ καὶ Φοιβάμμωνι τῷ ταύτης ἀνδρὶ διʼ ἐγγράφου αὐτῶν ἀποδείξεως μετὰ συναινέσεως ἀλλήλων ὡσαύτως, ἀντεπίπτουναντιπιπτων δὲ πρὸς ταῦτα οἱ εἰρημένοι καὶ διώκοντες ἔφασαν τὸ τῶν προονομασθέντων ὅλων σκευῶν πλῆρες μηδέπω εἰληφέναι ἀκολούθως τῇ ἐγγράφῳ ἐκδοθείσῃ παρʼ αὐτῶν Ψάτῃ ἀσφαλείᾳ ἐνπιστεύσαντες αὐτῷ εἰς ταύτην ὡς ἔφασαν, ἀντικαθϊστάμενος δὲ τούτοις ὁ εἰρημένος καὶ ἐναγόμενος Ψάτης ἔφασκεν σιταρχίαν πεποιηκέναι τοῖς εἰρημένοις καὶ διώκουσι καθʼ ἕκαστον ἔτος ἀφʼ ἧς ἐτελεύτησεν ὁ πάτηρ αὐτῶν σίτου μὲν ἀρτάβας εἰσάγειν τεσσαράκοντατεσσερακοντα τέσσαρας, καὶ ἐλαίου δὲ ἑνὸς νομίσματος πρὸς τὸ ἐκ διαπράσεως διδόμενον καὶ λόγῳ ἀναλωμάτων ἤτοι δαπανημάτων τῆς οἰκίας ἄλλο ἓν νόμισμα, περὶ δὲ βεστίου οὐκ ἐλογίσθη αὐτῷ παρʼ ἐμοῦ τοῦ ἀκροατοῦ ἀνθʼ ὧν καὶ αὐτοὶ ὑποτακτικῶς ἐργοχείρων ἤτοι λειτουργιῶνλειτουργιας ἐποίησαν αὐτῷ ἁπαξαπλῶς ἵνα ἕκαστος τούτων λάχῃ εἰς μοῖραν αὐτοῦ σιταρχίαςσιταρχείας λόγῳ ἤτοι ἀποτροφῆς σίτου ἀρτάβας πέντε καὶ χρυσοῦ κεράτια ἑπτὰ ὑπὲρ δαπάνης οἰκίας καὶ ἐλαίου, ἔφασαν δὲ οἱ ἐνάγοντες ὡς ἱκανὴν ἡμῖν ἐξέθετο ἀσφάλειαν γεναμένην ὑπὲρ ἡμῶν τῷ ἀδελφῷ ἡμῶν ἐφʼ ᾧ αὐτὸν μὴ δύνασθαι ἐπιζητεῖν πρὸς ἡμᾶς περὶ ἀπο τροφῆς ἀφʼ ἧς ἐτελεύτησεν ἑκεῖνος καὶ ηὑρέθησαν ἄλλα δέκα ἔτη ὑπὲρ ὧν ὀφείλει τὴν ἐπιζήτησιν πρὸς αὐτοὺς θέσθαι καὶ ἐκλογιστίαν. ὑφεξῃρημένων οὖν τῶν ἑπτὰ ἐνιαυτῶν ἀπὸ τῶν δεκαεπτὰ ἐνιαυτῶν τῆς τελευτῆς τοῦ ἀποιχομένου αὐτῶν πατρὸς γίνονται μόνα τὰ εἰρημένα ἔτη δέκα καὶ ἐπειδὴ λέγουσιν τὰ ἐνοικία λελῆφθαι παρὰ Ψάτου ἀφʼ οὗ χρόνου ἔγημεν ἈναστασίανἈναστασια προεληλύθασιν ἤδη ἔτη τέσσαρα δεχομένου, ὡς λέγουσιν, ἀνὰ νομίσματα δύο ἑκάστου ἔτους ἠριθμημέναἠριθμένα παρόντων ἁπάντων ἐν τῷ πανσέπτῳ οἴκῳ τοῦ ἁγίου εὐαγγελίστου τῆς πόλεως ταύτης Ἄπα Μάρκου ἐπὶ Ἰωάννου τοῦ εὐδοκιμωτάτουεὐδοκίμου νοταρίου καὶ μεγάλου τινος ἀπὸ Πανοσπόλεως ηὑρέθησαν ὀκτὼ νομίσματα καὶ ἀφʼ οὗ ἐγαμίσκετο Μαρία τῷ ἀνδρὶ αὐτῆς ἡ ἄλλη αὐτῶναυτης ἀδελφὴ μῆνες δύο διεληλύθασιν τῆς μικρᾶς οἰκίας αὐτῶν δεδομένης ὑπὲρ ἐνοικίουἐνοικείου ἑνὸς ἡμίσους νομισματίου ἵνα ὦσιν ὑπὲρ τῶν δύο μηνῶν ἐνοικίουἐνοικείου λόγῳ κεράτια ἓξ, γίνωνται οὕτως ἡ μὲν πρώτη οἰκία ἀπὸ κερατίων δώδεκα ἑκάστου ἔτους ἀπὸ τῆς τελευτῆς τοῦ πατρὸς ἔτη δεκαεπτὰ, γίνωνται κεράτια διακόσια τέσσαρα, τὰ καθαρὰ νομίσματα ὀκτὼ καὶ κεράτια δώδεκα εὔσταθμα, ἡ δὲ δευτέρα νομίσματα ἓξ εὔσταθμα καὶ κεράτια ἓξ ὑπὲρ τῶν τεσσάρων ἐτῶν ἀφʼ οὗ ἐγαμίσκετο Ἀναστασία ἔτι δὲ καὶ ὑπὲρ τῶν δύο μηνῶν ἀφʼ οὗ ἡ Μαρία καὶ αὐτὴ εἰς γάμον δέδοται, γίνωνται κεράτια τὰ πάντα ἑκατὸν πεντήκοντα μόνα, τὰ καθαρὰ νομίσματα ἓξ καὶ κεράτια ἓξ, τριάκοντα γὰρ ἓξ κεράτια κατʼκαθʼ ἔτος εἴωθεν δέξασθαι ὁ εἰρημένος Ψάτης τοῦτʼ ἔστιν ὑπὲρ τεσσάρων ἐνιαυτῶν καὶ δύο μηνῶν ὤφειλεν εἶναι, ὡς φασὶν οἱ ἐνάγοντες ἐξ ὄψεως αὐτοῦ συνκατατιθεμένου αὐτοῖς, ὅπως ἔσονται ὑπὲρ ἐνοικίουἐνοικείου λόγου νομίσματα δεκατέσσαρα ἥμισυ μόνα, ζητεῖ δὲ ὁ αὐτὸς Ψάτης τὰ δεδομένα παρʼ αὐτοῦ ὑπὲρ τοῦ τιτθηνωθῆναι τὸν μικρὸν αὐτοῦ ἀδελφὸν ὄρφανον ἐπὶ διετῆ χρόνον. καὶ τούτων οὕτως λεχθέντων καὶ ἀντιλεχθέντων παρʼ ἑκατέρου μέρους καὶ ἀπειπόντων τὰς δικαιολογίας ἀμφοτέρων τῶν μερῶν τέλος ἔδοξεν τὴν μὲν οἰκοδομὴν τῆς οἰκίας ὑπʼ ἐμπείρων οἰκοδόμων μετὰ τῶν συνγειτόνων οἰκοδομησάντων σκοπηθῆναι καὶ δοκιμασθῆναι τὸ τί καταλαμβάνει εἰς μισθοὺς οἰκοδόμων καὶ ἐργατῶν καὶ ἀναλωμάτων καὶ ὠμοπλίνθων ἢ καὶ λίθων ἁπαξ απλῶς ἐκ παντὸς μέρους λόγου ἀναλωμάτων ψηφισθῆναι τὴν οἰκοδομὴν καὶ κουφισθῆναι ἐκ τοῦ ἐνοικίουἐνοικείου καὶ περὶ ὧν λέγει εἰδῶν Ἀναστασίας τοῦ ἀντιπροίκου, ὡς φησὶ Φοιβάμμων μήπω τὸ πλῆρες κεκομίσθαι ἅπαξ συναινεῖ αὐτῷ καὶ συνπείθεται Ἀναστασία εἰς τὴν ἀνάπαλιν τοῦ ἕδνου αὐτῆς ἀνακομιδὴν ὅπερ εἰς κοινὴν αὐτῶν μετʼ ἀλλήλων διατροφὴν ἀπεδέξαντο, ὀφείλει καὶ ἐκεῖνοκἀκεῖνο τὸ ἰσόπροικον τῶν εἰδῶν ὡς προδεδήλωται εἰς κοινὸν δασμὸν ἀγάγεσθαι καὶ ἐκ ἰσομοιρίαςισομοιρια ὑπαρχθῆναι τοῖς κληρονόμοις ἅπασι ἵνα μὴ εἴη ἄδικον καὶ ἐὰν τοιοῦτό τι ἔσχεν ἀπὸ γονέων καὶ ὁ αὐτὸς Ψάτης τούτου τοῦ τρόπου ἐπενεγκεῖν εἰς κοινὸν μερισμὸν, τὰ δὲ οἰκήματα διαιρεθῆναι ἐξ ἰσομοιρίας καὶ εἴ τι ὑπο λειφθήσεταιλειφθησεται ἐκ τῶν ἐνοικίωνἐνοικείων τούτων πάλιν μετὰ τὴν ἀποπλήρωσιν τῶν τῆς οἰκοδομῆς τούτων ἀναλωμάτων ἐξ ἴσης μοίρας αὖτε τούτοις ὑπαρχθῆναι, τὸ δὲ τῆς περιστολῆς ἐντάφιον τοῦ τε πατρῴου σωματίου καὶ τοῦ ἀποθανόντος ἀδελφοῦελφου αὐτῶν ἐξ ἰσομοιρίας ὡσαύτως ἐπιγνωσθῆναι κοινῶς, πρὸς ὃ ἀποδείξῃ Ψάτης ἐνωμότως, καὶ περὶ τῆς ἀποτροφῆς αὐτῶν τῶν ἐναγόντων ἀπὸ Κόνονος Ὁρίωνος ὀφείλει Ψάτης λογίσασθαιλογίζασθαι αὐτοῖς ἀφʼ οὗ ὑστερήθῃ ὁ πάτηρ πάντων τῆς ὁράσεως ἕως ὅτε ἐξαγένετο αὐτοῖς παρʼ αὐτοῦ ὡς ἔφασανφασιν ἡ ὁμολογία περὶ τοῦ μηκέτι δύνασθαι τὸν Ψάτην ἐπιζητεῖν πρὸς αὐτοὺς περὶ ἀποτροφῆς χάριν κατὰ τὴν αἴτησιν τοῦ αὐτῶν μακαρίτου ἀδελφοῦ, εἰ δὲ καὶ βεστία ἐποίει αὐτοῖς ἀπὸ τότε ἐπὶ τῷ μὴ ζητηθῆναι τὰ περὶ βεστίου παρὰ Ψάτου πρὸς αὐτοὺς ἀντὶ τῶν κόπων τῆς ἀφηλικότητος αὐτῶν λειτουργίας τε καὶ ὑποταγῆς. εἰ δὲ οὐκ ἐνεδύσατο τούτους ἢ ταύτας παντελῶς ἀπὸ τότε μέχρι τῆς δεῦρο ὤφειλεν τὸ τρίτον μέρος ἐκ τῆς καταλαμβανούσης μοίρας αὐτοὺς τῆς φανησομένης ποσότητοςποσοτοτος πρὸς τὰ προδιωμολογηθέντα παρὰ Ψάτου πεποιῆσθαι εἰς ἀποτροφὴν αὐτῶν ἐτησίανετησιον ἐκκρουσθῆναι καὶ κουφισθῆναι ἐκ τοῦ ἑαυτῶν μέρους· ἀδυνάτως γὰρ ἔχει ὡς ὁρᾷ τὸ δίκαιον πενιχρὸς ὢν καὶ ἐπιδίφριος καὶ ἀκτήμων ὁ εἰρημένος Ψάτης τὰ δύο μέρη τούτοις προσχαρίσασθαιπροσχαρίζασθαι ἤτοι τὸ τῆς διατροφῆς ἐπίχρειον καὶ τοῦ βεστίου οὔτε καὶ αὐτοὺςαυτοις δωρεὰν αὐτῷ λειτουργῆσαιτουργησαι ἐχρῆν. εἰ δὲ καὶ τὸ χρέος φανείη τῆς ἐμφανισθείσης ἡμῖν γνώσεως παρὰ Ψάτου βεβαιούμενον παρὰ τῶν χρεωστουμένων μεγάλων προσώπων παρὰ τοῦ αὐτοῦ πατρὸς, ὡς ἔφη, θνῄσκοντος λόγῳ προτέλειας ἐργοχείρου ἑκάστου τούτων ἐνωμότως θεμένου ὅρκον ἐπάνω τῶν σεπτῶν μεγαλείωνμεγαλίων ὡς ἐχρεώστει ταῦτα ἡμῖν Ἀπολλὼς μόνος πρὸ θανάτου καὶ μετὰ θάνατον καὶ οὐδὲν ἐκ τούτων ἡμῖν ἐδόθη τῶν χρεῶν παρʼ αὐτοῦ ἀλλὰ Ψάτης ἐστὶν ὁ πληρώσας ἡμᾶς ὑπὲρ αὐτοῦ, εὔδηλον ὑάρχει προσήκειν τοὺς ἐνάγοντας τὰ ἐν συστάσει γινόμενα τοῦ ὅρκουτουρκου τῶν δανειστῶνδανιστῶν χρέα διδόναι καὶ χωρηγῆσαι αὐτὰ τῷ εἰρημένῳ Ψάτῃ διʼ ἐγγράφου ὁμολογίας αὐτῶν ἐπὶ προθεσμίαις κειμένης τῆς ποσότητος τοῦ γεναμένου κατʼ ἀριθμὸν χρόνου τῆς τελευτῆς τοῦ μακαρίτου αὐτῶν πατρὸς ἐπὶ τῷ δύνασθαι αὐτοὺς ἐκ τοῦ καθολικοῦκαθολιγοῦ ἀπολογήσασθαι αὐτῷ τὸ εἴ τι πρὸς ἀναλογίανἀνηλογίαν τῶν μερῶν καταλαμβάνει ἕκαστοςεκαστον εἰς οἰκεῖον καὶ μόνον μέρος μετὰ τὸ ὑπεξαιρεθῆναι ἐκ τούτων ὅλων πρὸ πάντων τὸ μέρος Ψάτου καὶ αὐτοῦ τοῦ φεύγοντος κατὰ τὴν τῶν πάντων ἀναλογίανἀνηλογίαν ἵνα εὐκολωτέρως ἔχωσιν τὴν ἀπόδοσιν καθάπερ καὶ αὐτὸς οὐχοὐκ ὑφʼ ἓν ἐφάπαξ τοῦτο τοῖς ὀφειλομένοις ἐποίησεν, εἶτα καὶ ἐξεῖναι τούτοις ἀπαιτῆσαι Ψάτην ἱκανὸν ὅρκον ἐν ἁγίοις οἷς βούλωνται Θεοῦ οἴκοις ὡς οὐδὲν ἀπεκρύψατο τούτοις ἐκ πατρῴας καὶ μητρῴας κληρονομίας ἀφʼ οἱουδήποτε εἴδους καὶ ἀφʼ ἧς οὔσης λήμψεως ὑπὲρ αὐτῶν καθὰ τὴν δόσιν ἀπῄτησεν τούτους ὑπὲρ τῶναων γονέων πρὸς πᾶσαν ὕστερον ἀπαλλαγὴν τελείαν καὶ σβέσιν δίκης καὶ περὶ τῆς τῶν θρεπτηρίων ἤτοι θηλασμάτων τοῦ ὀρφανικοῦ παιδίου καὶ ἀδελφοῦ αὐτῶν ἀφʼ οὗ χρόνου ἐτελεύτα Ἡραΐς ἡ τούτῶν μήτηρμητρ, ὡς ἐνάγει Ψάτης, οὐκ ὀφείλει λαβεῖν ὑπὲρ τούτων εἰ μὴ τὴν τούτων ἡμίσειαν μοῖραν καθὰ καὶ αὐτὸς ἐγράφη παρὰ τῶν γονέων ὀφείλει ἀναθρέψαι τὸν ἰδίον αὐτοῦ ἀδελφὸν καὶ ἀνάξαι τοῦτον τῇ δεούσῃ ἡλικίᾳ πλὴν ἐπειδὴ τὸν πατέρα ἔθρεψεν ἐξησθενηκότα ὀφείλει ἀρκεσθῆναι τῇ ἡμίσειᾳ μοίρᾳ τῶν παρʼ αὐτοῦ δοθέντων εἰς ἀνατροφὴν τοῦ ὀρφανικοῦ αὐτῶν ἀδελφοῦ νηπίου ὄντος καὶ ἀποδεῖξαι ταῦτα διὰ τῆς τροφοῦ τοῦ παιδίου ἢ καὶ γνωρίμων γειτόνων ἐπισταμένων ἀκριβῶς τοῦτο ὥστε ἐνωμότως ἐν ἁγίοις Θεοῦ οἴκοις τὰς ὁμολογίας ἐκθέσθαι καθὰ ἐπίστανται τὴν ἐπὶ τούτοις ἀλήθειαν εἶτα μετὰ τὸν ὑποτελεσθησόμενον ὑπὸ τούτων καὶ ὑπὸ Ψάτου ὅρκον ἐπησυχάζειν τοὺς ἐνάγοντας τῇ ἐφʼ ἑκάστῳ κεφαλαίῳ δικαιολογίᾳ καὶ μὴ εκ θεου ἡμῖν προβίβασθαι καὶ ἐπιδοῦναι τὰ θρεπτήρια τῷ εἰρημένῳ Ψάτῃ ὑπὲρ τοῦ παιδίου ὀλίγον ἐκ τοῦ καθολικοῦκαθολιγοῦ κατʼκαθʼ ἔτος μοίρᾳ εἰς ὅσα ἔτη ἕως ἧς ἐξαφέστηκεν ἡλικίας ἤτοι δύο ἐτῶν τὰ θηλάσματα· ἐπὶ γὰρ τούτοις τοῖς εἰρημένοις ἅπασι οἱ ἀφʼ ἑκατέρου μέρους συνευδοκ εητε τοῖς αἰδεσιμωτάτοις καὶ θαυμασιωτάτοις δημόταις Σαλεεῖνος Ἐπαφρόδιτος ἵππος Μέμνων υἱὸς Εππεπ ἀπὸ ΚόνωνοςCross-references (3)
- TM-Text 19725 primary
- DDbDP-Text p.lond;5;1708 tier-1
- HGV-Text 19725 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.