Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.1.67019

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

διδάσκω τὸ πανευσεβὲς ὑμῶν κράτος ὡς μία τις κώμη, ἐπιλεγομένη Ἀφροδίτη, διακειμένη μὲν ἐν τῷ ἈνταιοπολίτῃἈντεοπολίτῃ, τελοῦσα δὲ ἀεὶ ὑπὸ τὴν ἐπιχώριον σεμνὴν πολιτικὴν τάξιν, αὐτόπρακτος οὖσα καὶ αὐτοτελὴς τῶν εὐσεβῶν καὶ δημοσίων ὑμῶν εἰσφόρων, μηδέποτε κληρωθεῖσα ὑπὸ παγαρχικὴν ἐξουσίαν ἀπὸ γονέων αὐτῶν καὶ προγόνων, ἐχόντων τὸ προνόμιον αὐτῶν ἀπὸ θείου τύπου τοῦ τῆς θείας λήξεως Λέοντος, ἔτι δὲ καὶ τοῦ ὑμετέρου φιλοχρίστου κράτους τύπου τε καὶ μετʼ ἀλλοφυοῦς προστάξεως τῆς ὑφʼ ὑμῶν ις ἐξουσίας θείῳ δελπιηδ τῆς ἀρτίως διαδραμούσης ἐπινεμήσεως ἐπί τε Θεοδωρήτου τοῦ ἰσχύει. Θεοδώρητος δὲ ὁ ἐνδοξότατος παρα λαβὼν τὰς ερσχ καὶ παρακλήσεις μιᾶς λίτρας χρυσοῦ πρὸς διέλυσεν τοὺςτουτους πορισθέντας καὶ αὐτοῖς τύπους καὶ δέδωκεν πεξενηκα δεσποινικὸν τῆς εὐκλεοῦς καὶ θείας λήξεως μνήμης Θεοδώρας πρὸ φανεροῦ χρόνου· καὶ μηδέποτε ἐν ὑστερησμῷ τῶν ευη δημοσίων γενάμενοι, ἀλλʼ εὐγνωμόνως καὶ πληρωτικῶς τοὺς εὐσεβεῖςεκ ὑμῶν φόρους εἰσάγουσιν ἀεί ποτε οἱ ἐνοικοῦντες αὐτῇ κηρ· τὸ πλεῖστον δὲ μάλιστα τῶν ἀρουρῶν συντελουσῶν τῇ εἰρημένῃ ἀθλίᾳ κώμῃ τοῖς ὑφʼ ὑμᾶςημας διαφέρουσιν εὐαγέσιν τοῦ θείουθέου οἴκου και ἔλαβεν ὁ εἰρημένος Ἰουλιανὸς τὴν εἰρημένην κώμην ἣν οὐκ ἔσχεν θετου καὶ προσκυνουν τεμην α μετʼ ἀλλοφυοῦς ψήφου ἀόκνως καὶ ἀφειδῶς ἀνατρέπει τοὺς ἐνοικοῦντας ὥστε μακρᾶς τῆς ἑαυτῶν ζωῆς ὑποκεῖσθαι καὶ ἐπικαλεῖν ἐπὶ τὸν πρὸ καιροῦ τὸν τον θάνατον. καὶ τὰ εἰρημένα ἡμῶν κτήματα ἐκ τούτου ἀπετράπησαν πρὸς λύμηνλημην τοῦ δημοσίου λόγου· ὅθεν παρακαλοῦμεν τὸ φιλόχριστον ὑμῶν καὶ φιλάνθρωπον κράτος ὑπὲρ πάντας τοὺς πρώην βεβασιλικότας, ει πρὶν του εἰ παρασταίη θεσπίσαι βεβαιωτέρους μὲν εἶναι τοὺς φιλοτιμηθέντας αὐτοῖς τύπους κατὰ τὴν ἐν αὐτοῖς περιεχομένην δύναμιν, ἅμα τε θεσπίσαι καὶ τὴν εἰρημένην κώμην τθῆναι ὡς τὰ πρῶτα, ηντετωδεενηι πενιχρο κ τὴν αὐτὴν εἰς αφωρητ ἵναεἵνα εὕρωσινεὕρουσιν τοῦ λοιποῦ οἱ ἐνοικοῦντες ἡσύχως βιῶναι, καὶ εὐκόλως εἰσφέρειν τὰ εὐσεβῆ ὑμῶν τελέσματα, αι ἐνδελεχῶς δὲ καὶ ἀπαύστως ὑπερεύξασθαι τῆς εὐζωίαςεὐζωείας καὶ διαμονῆς τοῦ ἀηττήτου ὑμῶν κράτους διὰ παντός

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.