Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.1.67087

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐκσφράγισμα ἐμοῦ Κολλούθου βοηθοῦ τῆς ἐκδικίας τῆς Ἀνταιοπολίτων, Φλαυίῳ Διοσκόρῳ Ἀπολλῶτος τῷ εὐδοκιμωτάτῳτῷ θαυμασιωτάτῳ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ. κατὰ τὴν σήμερον ἡμέραν ἥτις ἐστὶν νεομηνία τοῦ παρόντος μηνὸς Τῦβι τῆς ἐνεστώσης ἑβδόμης ἰνδικτίωνος, βασιλείας τοῦ θειωτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἑπτακαιδεκάτου, τοῖς μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλίου τοῦ ἐνδοξοτάτου, καταλαβὼν τὴν Ἀφροδίτης κώμην δημοσίας χρείας ἕνεκεν καὶ αἰτηθεὶς παρὰ τῆς σῆς εὐδοκιμήσεως ἐλθεῖν καὶ ἐπιθεωρῆσαι τὰ λήϊα τοῦ ὑπʼ αὐτὴν ὀργάνου τοῦ εὐαγοῦς μοναστηρίου ἄπα Σουροῦτος τοῦ διακειμένου ἐν τῇ βορεινῇβορινῇ πεδιάδι τῆς εἰρημένης κώμης, κλήρου φήνεωςΦηνθσ καλουμένου πρότερον ἄπα ΨεντουσῆτοςΨεντσητος· καὶ ἐκεῖσεκἀκεἰσε οὖν παραγενάμενος ἅμα τῇ σῇ εὐδοκιμήσει, ἑώρακα τὰ προειρημένα λήϊα λυμηθένταλελυμηθέντα παντελῶς πρὸς πᾶσαν αὔξησιν καρποῦ, τὰ μὲν καταπατηθένταπατηθέντα καὶ πηλοπατηθέντα ὥστε ἀφανῆ γενέσθαι, τά δὲ παρωθέντα καὶ ἐκριζωθέντα πρὸς ἀχρήστων εἴδησιν. καὶ ταῦτα οὕτως θεωρήσας, ἐπηρώτησαἐπερώτησα τὴν αἰτίαν διʼ ἣν ἐπὶ τοσοῦτον τρόπον κακίστως λυμηθείηελυμηνοιτο ὁ καρπός· ἔφησέν μοι ἡ σὴ εὐδοκίμησις ὅτι δὴ· ἀνήρ τις λεγόμενος Μουσαίου ἐστὶν ὁ ταῦτα ποιῶν. πρὸ ἡμερῶν γὰρ ἦλθεν πρὸς ἐμὲ μέλλων τὰ πρόβατα αὐτοῦ ἀγαγεῖν εἰς τὸ ὄργανον τοῦ μακαρίου ἀδελφοῦ αὐτοῦ, παρακάτω τοῦ ἐμοῦ ὀργάνου, εἰς χλωροφαγίαν. σατο μοι, βουλόμενος διὰ τοῦ ἐμοῦ αὔλακος τὴν εἴσοδον τῶν αὐτοῦ προβάτων ποιήσασθαι, καὶ μαθὼν τὴν εἴσοδον ταύτην γενέσθαι οὐ παρεχώρησα ἑκουσίως, ἀπῆλθεν τυραννίδι ἐπερειδόμενος, ἀπήλασας τὰ προρηθένταηθεν τὰ αὐτοῦ πρόβατα καὶ ὅσα εἶχεν θρέμματα διὰ τῶν ἐμῶν ληΐων, καὶ οὕτως ἐλυμήνατο μοι τοιαύτην ζημίαν καὶ ἀνατροπὴν εἰς βλάβην τοῦ δημοσίου, καίτοι γε παραγγελθεὶς παρʼ ἐμοῦ, μιμνήσκοντος μὴ οὕτω χρήσασθαι τῷ ἐμῷ αὔλακι· ὑφορωμένῳ τὸν γενάμενον αἰκισμὸν ἔφησεν εἶναί ποτε τὸν τόπον ἐν ὁδοιπορίαςὁδηπορίας τάξει θρεμμάτων ἐπὶ ἡμῶν καὶ ἐπὶ προγόνων. καὶ πρὸς τὴνεἰς εἴδησιν τῶν οὕτως εἰρημένων καὶ ἡγημένων ἀσφάλειαν, αἰτηθεὶς παρὰ σοῦ καὶ συνθεὶς τόδε τὸ ἐκμαρτύριον, ἐξεδόμην σοι μεθʼ ὑπογραφῆς ἐμῆς. Κόλλουθος βοηθὸς τῆς ἐκδικίας τῆς Ἀνταιοπολιτῶν ἐκδέδωκα τοῦτο τὸ ἐκμαρτύριον ὡς πρόκειται. χμγ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.