no image
DDbDP-text
Pétition via HGV-meta
Linked by Trismegistos ID
TM 19018.
Each record below describes this same artifact or text from a different angle.
χμγ Κλαυδίῳ Ἀπολλῶτι τῷ αἰδεσίμῳ ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιο πολίτου νομοῦ, παρὰ Φλαυίου Βίκτορος ἐκ πατρὸς Βησίου, στρατιώτου τοῦ ἀριθμοῦ τῶν γενναιοτάτωνγενναιωτάτων Μαύρων τῶν ἐπὶ τοῦ Ἑρμουπολίτου νομοῦ, ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης, χαίρειν. οἱ ὑποτεταγμένοι ἀπὸ τῆς ἡμετέρας κώμης συλῶντες τῆς ἐμῆς οἰκίας ἐν λῃστρικῷλοιστρικῷ τρόπῳ, καὶ τὰ εὑρισκόμενα ἐν τῇ αὐτῇ ἐμῇ οἰκίᾳ ἀπέσπασαν. διὰ τοῦτο ἐπιδίδωμι τῇ ὑμῶν ἐντρεχείᾳ τούτους μου τοὺς λιβέλλους πρὸςλιβέλλους τοὺς ἑξῆς ὑποτεταγμένους, κελεῦσαι αὐτοὺςαὐτὸναὐτὼν παραφυλαχθῆναι καὶ ἐν ἀσφαλεῖ γενέσθαι μέχρις δίκης δικαστικῆς κρίσεως. ἑτοίμως γάρ εἰμι καταλαβεῖν τὰ ἴχνη τῆς αὐτῶν ἐξουσίας περὶ τῆς αἰτίας. Φλαύιος Βίκτωρ Βησίου στρατιώτης ὁ προκείμενος ἐπιδέδωκα τοὺς λιβέλλους ὡς πρόκειται. εἰσὶν δέ· Μαθείας Δίου ὁ ἐμὸς γεωργός Ἄννα Φοιβάμμωνος γαμετὴ αὐτοῦ ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος, Θῶθ ε ἑβδόμης ἰνδικτίωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.