no image
DDbDP-text
Duplicatum d’un avertissement via HGV-meta
Linked by Trismegistos ID
TM 36519.
Each record below describes this same artifact or text from a different angle.
ἴσον κομμονιτωρίου τῆς τάξεως. τινῶν ἀπὸ τοῦ Ἀνταιοπολίτου ἐν τοῖς ἀγράφοις διδαξάντων τὸ δικαστήριον τοὺς ἀπὸ Ἀφροδίτης τῆς κώμης Ἑρμαυῶν Λαβωρίου ἐπὶ κακουργίαις συλλαβέσθαι, καὶ μέχρι νῦν τοῦτον τῷ δικαστηρίῳ μὴ παραπέμψαι, ἐδέησεν τόδε σοι γενέσθαι τὸ τῆς τάξεως γράμμα· ὅπερ δεχόμενος, καὶ τὴν εἰρημένην κώμην καταλαμβάνων, ἔχων δὲ ὑπουργοῦσαν σοι πᾶσαν ἐν τοῖς τόποις πολιτικὴν βοήθειαν, τὸν ὑπὸ κατοχὴν τοιαύτην γεγενημένον παρὰ τὸ δικαστήριον ἄγαγε μετὰ καὶ ἐλέγχων προσαχθησόμενον τῇ αὐτῶν ἐξουσίᾳ πρὸς νόμιμον ἐξέτασιν. ἀλλʼ ὅρα μὴ ῥᾳθυμήσῃς· εἰς αὐτὴν κινδυνεύσῃς τὴν σωτηρίαν. Φλαύιος Μηνᾶς σιγγουλάριος σεσημείωμαι ὁ καὶ ἀποσταλεὶς καὶ ἐκδέδωκα τὸ ἴσον ἴσον κομμονιτωρίου Μηνᾶς σιγγουλαρίου ἕνεκεν Ἑρμαυῶτος ΛαβωρίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.