no image
DDbDP-text
Pétition analogue via HGV-meta
Linked by Trismegistos ID
TM 19019.
Each record below describes this same artifact or text from a different angle.
Φλαυίῳ Βίκτορι τῷ αἰδεσίμῳ ῥιπαρίῳ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλία Εἰρήνη Ἰωάννου, ἐκ μητρὸς Θητοῦτος, ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης, χαίρειν. οἱ ἑξῆς ὑποτεταγμένοι τετολμηκὼς παρανόμως ὑβρίζεινὑβρειν καὶ ὅρκον ἀποθέσθαι μοι τῇ εἰρημένῃ Εἰρήνῃ ὅτι· λαμβάνω σε εἰς γυναῖκαγυναῖκαν. νῦν δὲ ἐχλευάσθην παρʼ αὐτοῦ· τοίνυν ἐπιδίδωμι τῇ ὑμῶν ἐντρεχείᾳ τούτους μου τοὺς λιβέλλους. παρακαλῶ οὖν καὶ δέομαι αὐτήν, κελεῦσαι αὐτὸν ἐν ἀσφαλεῖ ποιῆσαι ἄχρι κρίσεως δικαστικῆς Αὐρηλία Εἰρήνη Ἰωάννου ἡ προκειμένη τοὺς λιβέλλους ὡς πρόκειται. Αὐρήλιος Ἐνὼχ Ἡρακλείου ἀξιω θεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίαςειδις εἰσὶν Μακάριος χαλκοτύπος καὶ Τκουικουις μήτηρ αὐτοῦ μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους δωδεκάτου, Θῶθ κδ δευτέρας ἰνδικτίονος λίβελλοι Εἰρήνης ἸωάννουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.