no image
DDbDP-text
Donation via HGV-meta
Linked by Trismegistos ID
TM 19024.
Each record below describes this same artifact or text from a different angle.
χμγ
† βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου
Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ὀγδόου
[…]εἰκὰς τρίτη τῆς παρούσης ἑβδόμης ἰνδικτίονος.
τῷ δικαίῳ τῆς ἁγίας διακονίας τοῦ νεοκτίστου ὄρους τῶν ἁγίων καὶ
χριστοφόρων ἀποστόλων, ὠνομασμένου δὲ ἄπα Ἀπολλῶτος,
ὀνόματος τοῦ καινίσαντος, διὰ Ἐνὼχ Ἰωάννου εὐλαβεστάτου
μονάζοντος καὶ οἰκονόμου τῆς αὐτῆς, διὰ σοῦ Φλαυΐου Διοσκόρου
υἱοῦ τοῦ πρωτοτύπου, καὶ φροντιστοῦ κουράτορος τῆς αὐτῆς ἁγίας
διακονίας κατὰ κέλευσιν τοῦ αὐτοῦ σου πατρός, διακειμένης ἐν
τῷ ὄρει κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ· παρʼ ἐμοῦ Ψα τοῦ καὶ
Ψάτου υἱοῦ Ἀπολλῶτος, ἐκ μητρὸς Σιβύλας, ἐλεεινοῦ μονάζοντος
καὶ πρεσβυτέρου, ὁρμωμένου μὲν ἀπὸ κώμης Τεμσεὺ Σκόρδων
τοῦ Ἑρμουπολίτου νομοῦ, καταμένοντος δὲ νῦν ἐν τῷ ὑμετέρῳ
τῆς αὐτῆς διακονίας ὄρει τῶν ἐρημιτῶν μοναχῶν, χαίρειν.
πρώην κατʼ ἔγγραφον ὑποθηκιμαίαν ἀσφάλειαν, δύο ἀστάθμων
νομισμάτων ἐνγύη, ὑπέθετό μοι περιὼν ὁ μακαρίτης Φοιβάμμων
ἀδελφός σου τοῦ προγεγραμμένου Ἐνώχ, οἰκονομῶν τοτε καὶ αὐτὸς
τὴν ἁγίαν διακονίαν, κέλλιον ἤτοι σεμνεῖον μοναχικὸν ἁπλοῦν
…κη[…]…[…]…τ…ο[…] ὑμετέρου κελλίου καλουμένου
Μουσαίου […]κυ…σαι διαφέροντος[…] τῇ ὑφʼ ὑμᾶς
ἁγιωτάτῃ διακονίᾳ, ὡς καὶ τοῦτο διαφέρον αὐτῇ ἀνεῳγμένον
… ἐπʼ ἀπηλιώτην, ἐλθὸν εἰς τὴν αὐτὴν διακονίαν κατὰ
δικαίαν δωρεὰν παρὰ τοῦ μακαρίτου Μουσαίου ἀπογενομένου
μονάζοντος, ὁρμωμένου πρότερον ἀπὸ κώμης καλουμένης
…α…οβεσαντε τοῦ Ὀξυρυγχίτου νομοῦ, τὰ νῦν δὲ αὐτοῦ τὴν οἴκησιν
ἔχοντος πρὸ τοῦ κελλίου ?, ἀπὸ τότε μέχρι νῦν ᾔτησα ὑμᾶς παρακαλέσας παραχωρῆσαί μοι τὸ ἔμπροσθεν μικρὸν κέλλιον ἤτοι
καβανω ἵνα εἰς […]γυσμον ποιήσω εἰς χρείαν τοῦ
δομεῖσθαί τινα πενιχρὸν τῶν ἐρημιτῶν ξένων μοναχῶν τῶν
κατὰ καιρὸν τυχόντων καὶ ἐρχομένων, βουλομένων διὰ τὴν
στένωσιν τῆς οἰκήσεως οἰκῆσαι ἐν αὐτῷ, εἰς καρποφορίαν
καὶ αὔξησιν ὑμῶν καὶ πάσης τῆς συνελεύσεως. καὶ ἀμφιεβάλλετε
πρὸς ἐμὲ ὡς ἐσφράγισται καὶ ἀποκέκλεισται τὸ ὄρος ἐκ παραδόσεως τοῦ πρωτοκτίστου. καὶ ἐκ τούτου ἐδυνήθην
δυσωπῆσαι ὑμᾶς πρὸς τὸ φανέν μοι δίκαιον ἐπὶ ταύτῃ
τῇ αἱρέσει τῇ ἑξῆς δηλουμένῃ, διʼ ἣν ὁμολογῶ ὀμνὺς τὸν
φρικωδέστατον ὅρκον ὥστε τοῦτο τὸ κέλλιον τὸ μέλλον κτισθῆναι
παρʼ ἐμοῦ, ἔτι μὴν καὶ τὸ ὑποθηκιμαῖον ὑπάρχον μοι τῶν
δύο νομισμάτων, μετὰ τὴν ἐμὴν τελευτὴν ταῦτα ὁμοῦ
ἀμφότερα, μετὰ καὶ τῆς ἔμπροσθεν καβάνης, ἀναδραμεῖν
κυρίως εἰς τὴν αὐτὴν ἁγίαν διακονίαν, καθάπερ κελεύω καὶ
βούλομαι, κατὰ πᾶσαν δικαίαν δωρεὰν ἐπέχουσαν τὸν inter vivos
τρόπον, ὥστε ταῦταεἶναι ἀκωλύτως καὶ ἀνεμποδίστως ὑπʼ οὐδενὸς
τὸ σύνολον τῷ προειρημένῳ ἁγίῳ τόπῳ, δεσποτικῷ δικαίῳ, καὶ
μὴ δύνασθαί τινα τῶν διαφερόντων μοι ἀντιποιεῖσθαι τούτων
καθʼ οἷον δήποτε τρόπον, κειμένου προστίμου ἐπὶ τούτῳ χρυσοῦ
νομισμάτων δώδεκα καὶ πάλιν οὕτως ὑπὲρ μόνης παραβάσεως· καὶ
ἐπὶ τούτοις πᾶσιν ὡμολόγησα καὶ ὑπέργαψα ☧.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.