no image
DDbDP-text
Parallelstück zu dem Vorigen via HGV-meta
Linked by Trismegistos ID
TM 22346.
Each record below describes this same artifact or text from a different angle.
[r]
τοῖς γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων ἔθνους καὶ γένους δεσπόταις Φλαυίων Οὐάλεντι καὶ Γρατιανῷ
[…]… καὶ Οὐαλεντινιανῷ αἰωνίοις καὶ τροπαιούχοις Αὐγούστοις δέησις καὶ ἱκεσία
παρὰ Φλαυίου Ἰσιδώρου ὀφφικιαλίου τάξεως τῆς ὑμετέρας ἡγεμονίας Θηβαίδος. κατὰ τὴν πρώτην ἐπινέμησιν, θειότατοι βασιλεῖς, ἐνεχειρίσθην παρὰ Ἀμμωνᾶ ἀπὸ διαψηφιστῶν τῆς ἡμετέρας τάξεως χρυσοῦ
νομισμάτια ἑκατὸν καὶ τριάκοντα ὀκτὼ ὥστε παραδοῦναι Διοσκουρίδῃ τινὶ προπομπὸν τιρώνων Ἀραμαιοερμοπολίτῃ ὄντι ἐν τῷ θείῳ κομιτάτῳ. τοῦτο τὸ χρυσίον ὑποδεξάμενος ἐγὼ καὶ παραδεξάμενος τὸν ὑποδέκτην κατὰ
…ων πρὸς τὸν προειρημένον Διοσκουρίδην τὴν καταβολὴν ἐπʼ αὐτὸν ποιεῖσθαι ἔσπευδον. ὁ δὲ τῆς θείας ὑμῶν καὶ φιλανθρώπου νομοθεσίας
τῆς τηνικαῦτα καταπεμφθείσης αἰσθόμενος περὶ τοῦ δεῖν δέκα μόνους χρυσίνους παρασχεῖν τοῖς νεολέκτοις,
τοσοῦτον ὑπεδέχθη μόνον, ὅσον καὶ ἡ χρεία ἀπῄτει χρυσοῦ νομισμάτια ἑξήκοντα καὶ ἕν , τὸ δὲ ὑπόλοιπον
εἴασαι ἐμοί ὥστε διὰ κομισθὲν παραδοθῆναι τῷ αὐτῷ Ἀμμωνᾷ ἀναδιαδοθησόμενον τοῖς δεδωκόσι. ἀλλʼ ἔκ
τινος ἐκ πονηροῦ δαίμονος ἐσυλήθην σεσυλῆσθαι τούτου τοῦ ὑπολειφθέντος παρʼ ἐμοὶ χρυσίου ὡς μεθʼ ὧν εἶχον σκευῶν καὶ μεμαρτυρήκασιν
ἐμοὶ πολλοὶ Θηβαῖοι τηνικαῦτα παρόντες, Ζηναγένης ὁ δηφήνσωρ καὶ οἱ πρεσβεύσαντες ὑπὲρ τῆς ἐπαρχείας
Μακάριός τε καὶ Φιλαπόλλων καὶ ἄλλοι ἀξιόπιστοι καὶ τούτῳ τῷ πτέσματι περιπεσὼν ἐπανῆλθον εἰς τὴν τάξιν.
ἀλλʼ οἱ πολιτεύομενοι τῆς Ἑρμοῦ πόλεως πολιτευόμενοι οἱ καὶ δε[…] οἱ δεδωκότες τὸ χρυσίον προσῆλθον τῷ λαμπροτάτῳ Περγαμίῳ τῷ ἡγουμένῳ τοῦ ἔθνους φάσκοντες μὴ ἀπολωλεκέναι με τὸ χρυσίον καὶ ἐξετάσεως καὶ τῶν
μαρτύρων κατατιθεμένων ἐν ὑπομνήμασι, ἑβδομήκοντα δύο χρυσίνους διδόναι
… εἰς ταμεῖον ὑπὲρ αὐτῶν προσετάχθην καὶ πάντα τὰ ἐμαυτοῦ διαπωλήσας καὶ σχεδὸν εἰπεῖν ἕως τῶν φιλτάτων
… μου ἔφθάσα μάλα μόγις συνήγαγον τοῦ ω ὑπολοίπου λογισθέντος αὐτοῖς. ἐπεὶ τοίνυν ὑφορῶμαι διὰ ἐπιείκιαν
… μή τινες αὐτῶν φιλαίτιοι τὰ ἅπαξ τυπωθέντα ἐφʼ ὑπομνημάτων ἐξ ἀντικαθεστώτων ἐνχειρῆσαι καινοτομῆσαι, δέομαι τῆς οὐρανίου ὑμῶν τύχης ἐπινεῦσαι βέβαια καὶ ἀσάλευτα μένειν τὰ ὑπομνήματα τῶν
… νόμων οὕτως κελευόντων μὴ δεῖν παρασαλευθῆναι τὰ ὑπὸ τοῦ ἄρχοντος ἅπαξ ἀποφανθέντα ἐξ ἀντικαθεστώτων βοηθοῦντος τοῦ ἄρχοντος τῆς χώρας. τούτου δὲ τυχὼν χάριτας ἀειμνήστους τῇ ὑπερλάμπρῳ ὑμῶν εὐσεβείᾳ ὁμολογήσω.
aurum quod alius tibi …[…]…[…] perferre[…]…dima…[…]… non poposcisse
[…]…e…ec…[…]…[…]syp…s…e…[…]…e…[…]
[v]
τὸ ὑπόλοιπον χρυσίον ὅπερ ἔλαβες
παρακομείσε εἰ παρέδωκας,
φανερώτερον διασάφησον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.