Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.dion.9 ca. 139 v.Chr.Hermopolites

Pétition au roi via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 3092. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῇ καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναικὶ θεοῖς Εὐεργέταις χαίρειν. Κέφαλος Διονυσίου τῶν ἐν τῶι Ἑρμοπολίτηι μισθοφόρων καταγινομένων δʼ ἐν τῆι Ἀκώρεως καθʼ ὑπερβολὴν ἠδικημένος καὶ κινδυνεύων ἀντʼ ἐλευθέρου δοῦλος γενέσθαι χάριν τῶν διαπεπραγμένων εἴς με ὑπὸ Λυσικράτου τοῦ Χαρίνου, ἱππάρχου τῶν τοῦ αὐτοῦ νομοῦ κατοίκων ἱππέων, ἠνάγκασμαι τὴν ἐφʼ ὑμᾶς καταφυγὴν ποιήσασθαι ἵνα τύχω βοηθείας. τοῦ γὰρ κη ἔτους ὠνησαμένου μου παρὰ τοῦ ἐγκαλουμένου οἴνου χοῦς τ, τῆς δὲ τούτων συναγομένων τιμῆς χαλκοῦ ταλάντων κδ προεμένου μου αὐτῶι χειρόγραφον, ὃ διασαφεῖ τὴν καταβολὴν αὐτῶι ποιήσασθαι ἐπὶ τὴν ἐπὶ τῶν τόπων Σωτίωνος τράπεζαν ἐν τῶι σημανθέντι χρόνωι, διὸ καὶ ἐν τῶι Παχὼν μηνὶ τοῦ αὐτοῦ ἔτους διαγράψαντός μου ἐπὶ τὴν προειρημένην τοῦ Σωτίωνος τράπεζαν ἀπὸ τοῦ προδιεσταμένου κεφαλαίου χαλκοῦ τάλαντα ιγ ἀκολούθως καὶ οἷς συνηλάκχειν, παρʼ οὗ καὶ λαβόντος μου τὸ τῆς ἀποχῆς σύμβολον· μετὰ δὲ ταῦτα ἀποδόντος μου τῶι Λυσικράτει τὰ λοιπὰ τῆς τιμῆς τοῦ οἴνου χαλκοῦ τάλανταια καὶ προσεδρεύοντος τῆι τοῦ χειρογράφου ἀνακτήσει ὑποσχομένου τε τοῦἐγκαλουμένου ἡσυχίας εἶχον τῶι μηδεμίαν ἔννοιαν κακίας ἔχειν· χρόνου δὲ διαγενομένου καὶ τοῦ ἐγκαλουμένου ἐπιβολὴν σχόντος εἰς τὸ διασεῖσαί με ἐντυχόντος κατʼ ἐμοῦ[…]…ωι τῶι ἐπὶ τῶν τόπων στρατηγῶι, περιέσπα με ἐπʼ αὐτὸν ὡς μὴ ἀποδόντος ἐμοῦ αὐτῶι τὰ διάφορα, ἐμπλεκείς τέ μοι οὐκ ἀπέστηι εἰ μὴ ἠνάγκασε σεσημειῶσθαι ὑπὲρ ἐμοῦ συγγραφὴν αἰγυπτίαν τόν τε ἀδελφόν μου Πετεαρποχράτην καὶ Τοθοῆν καὶ Πετενοῦφιν καὶ τὴν μητέρα μου Σενοβάστιν χαλκοῦ ταλάντων ι, διασταλέντος ἐν τῶι συμβολαίωι τὴν ἀπόδοσιν αὐτῶι ποιήσασθαι ἐν ἔτεσι γ ἀπὸ τοῦ κθ ἔτους, ὃς καὶ παραχρῆμα ἐμεσιδίωσεν τὸ προειρημένον χειρόγραφον Πετεχῶντί τινι τῶν ἐκ τῆς Ἀκώρεως, ὧι καὶ συνέταξεν μὴ προέσθαι μοι αὐτό, ἐὰν μὴ πρότερον κομίσαι αὐτὸν τὰ προκείμενα χαλκοῦ τάλαντα ι, ὑπολαμβάνων τῶι τοιούτωι τρόπωι δὶς τὰ αὐτὰ πράξειν με· διό, μέγιστε βασιλεῦ καὶ βασίλισσαι, συνέβη αὐτῶι εἰς ἕκαστα βουλόμενος αὐτὸν ὁμόλογον καταστῆσαι. δέομαι οὖν ὑμῶν τῶν μεγίστων θεῶν μή με ὑπεριδεῖν ἐνεδρευόμενον ὑπὸ ἀνθρώπου ἀγνώμονος, ἀντιλαβομένους δʼ ἐὰν φαίνηται προστάξαι χρηματίσαι μου τὴν ἔντευξιν […]τα Ἀπολλόδωρον τῶν πρώτων φίλων καὶ ἐπιστάτην καὶ γραμματέα τῶν κατοίκων ἱππέων, ὅπως μεταπεμψάμενος τὸν Λυσικράτην διὰ Ἡραστράτου τοῦ πρὸς ταῖς συντάξεσιν τῆς τε τῶν πραγμάτων ἀληθείας ἐξετασθείσης, ἐὰν ᾖ οἷα προφέρομαι, κρίνῃ μηδεμίαν εἶναι αὐτῶι παρʼ ἐμοῦ πρᾶξιν κατὰ μηδένα τρόπον, ἄκυρον δὲ κατασταθῆναι καὶ τὴν σημαινομένην τῶν ταλάντων ι συγγραφήν, ὁμοίως δὲ καὶ τὸ μεμεσιδιωμένον χειρόγραφον, μέχρι δὲ τούτου μὴ ἐξῇ αὐτῶι κομισαμένῳ τὸ ἀντίγραφον τῆς ἐντεύξεως ταύτης μηδεμίαν οἰκονομίαν κατʼ ἐμοῦ ποιεῖσθαι μηδὲ περισπᾶν με μηδὲ τοὺς προγεγραμμένους ἐγγύους, διεγγυάτω δὲ τοῦ καθήκοντος προστίμου τῶι ἐπὶ τῶν τόπων ξενικῶι πράκτορι· τούτου δὲ γενομένου τεύξομαι ἀντιλήμψεως. εὐτυχεῖτε.

Connections

Found at Hermopolites

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.