no image
DDbDP-text
Entwurf zu einer Eingabe (Neuedition von P.Mich. XI 616) via HGV-meta
Linked by Trismegistos ID
TM 22194.
Each record below describes this same artifact or text from a different angle.
[1]
παρὰ Γεμέλλου ἀπελευθέρου Ἑλένης ἀπὸ τῆς
μητροπόλεως τοῦ Ὀξυρυγχίτου. τῷ διελθόντι
ἔτει μηνὶ Φαρμοῦθι Κλαύδιος Καλουῖνος
ὁ γενόμενος ἐπίτροπος ἔγραψεν, κύριε, τῶι
στρατηγήσαντι τοῦ νομοῦ Νεμεσιανῷ ἐπιστολὴν διʼ
ἧς ἐδήλου ἐπιτηρητήν με γενόμενον κτήσεως
Μοσχιανῆς, ἐν ᾗ καὶ βαλανεῖον, καὶ ἐργαστηρίων
τριῶν ἐν τῇ αὐτῇ κτήσει ἐκτεθεῖσθαι ἐν τῇ πεμφθείσῃ ἀπὸ διοικήσεως ἐκθέσει σὺν Διδύμῳ Διδύμου
γεουχοῦντι ἐν Σαείτῃ ταλάντων γ δραχμῶν Ασνγ καὶ πρός, φροντίσαι δὲ τὸν πόρον μου κατασχεῖν ἄχρι οὗ διευλυτήσω τὰ ὀφειλόμενα τῷ ταμείῳ. ἅπερ μαθὼν εὐθέως τὰ δίκαιά μου βιβλιδίῳ ἐγγράψας ἀνέτεινα τῷ
Νεμεσιανῷ ὅπως ταῦτα διαπέμψηται τῷ ἐπιτρόπῳ, αὐτὸς τότε
οὐ δυνάμενος διὰ νόσον καταπλεῦσαι. ἅπερ καὶ σοὶ νῦν
τῷ κυρίῳ ὑποδείκνυμι, ἀποδεικνύς σοι τὰς ἡμέρας ἃς μόνας τῷ Διδύμῳ συνεπετήρησα καὶ τὸν συλλογισμόν. τῷ γὰρ ιδ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου Φαρμοῦθι ϛ
ἐπισταλεὶς ὑπὸ Ἰσιδώρου στρατηγήσαντος τοῦ νομοῦ διὰ Σερήνου ὑπηρέτου ἐπιστολὴν ἐσφραγισμένην ἐπισταλεῖσάν μοι ὑπὸ Σεπτιμίου Σερήνου
τοῦ τότε ἐπιτρόπου διʼ ἧς με κατέστησεν ἐπιτηρητὴν τῆς δηλουμένης κτήσεως ἐγενόμην ἐν Ἀλε-
[2]
ξανδρείᾳ καὶ […]ιβ […]τῆς ἐπιτηρήσεως τῇ
ια τοῦ ἑξῆς μηνὸς Παχὼν ἠξίωσα τὸν Σερῆνον τὸν
χρόνον μ[…]σθῆναι ἀπʼ αὐτῆς τῆς ἑνδεκάτης,
καὶ συνεχώρησέν μοι ἀποφηνάμενος διʼ ὑπομνηματισμῶν αὐτοῦ ἐπὶ τῆς κα …επι…ε[…]…ς οὕτως· Σερῆνος εἶπεν· […]πη ἑτέρας …δουο[…]…οσσοι
λογισθήσεται. με[…]υ…ρ[…]…[…]…
[…]…[…]…ωσ…η[…]…η
[…]…[…]…α…[…] συναγορεύοντος […]…ς
[…]…α[…]ερ[…]…ξιο[…]ης ἐπιτη[…]αιδι
………ν ἐν τῷ Ὀξυρυγχίτῃ νομῷ διὰ
Κλαυδίου Πτολεμαίου κοσμητεύσαντος
καὶ δοκιμάσας μου τ…[…]ἐπιτηρήσεως ἀποφηνάμενος …[…]
[…]α οὕτως· Σερῆνος εἶπεν· …ως[…]
…ωσι…α…αθήσεται ει[…]
οικοι γενάμενοι, τῆς σιτολογίας ἀντελαβόμην …[…]
ὁ κοινωνός μου ω…μ…π…[…]Δίδυκαὶ ἔκτοτε απ…κοτ…[…]…ημ…υθη…[…]…ας…[…]
μος Διδύμου γεουχῶν ἐν Σαείτῃ[…]ον[…]
δ… ἐδήλωσε
λογων ἀπο…[…] ἐδήλωσεν […]
τα ὑπὲρ ὧν […]…[…]…ρησαντ…[…]
[…]…τουετ[…]…ουμονα…[…]
[…]…χιημε[…] …
[…] …
[…] …
[…] …
[3]
τῶν ἐπισταλέντων μοι ὑπὸ τοῦ
στρατηγήσαντος Ἰσιδώρου καὶ
τῶν γενομένων περὶ τῆς ἀντιλήμψεώς μου καὶ ἀπολύσεως ὑπομνηματισμῶν καὶ τῶν καταχωρισθέντων ὑπὸ τοῦ Διδύμου
μετὰ τὴν μετάστασίν μου ἀνικνουμένων λόγων τὰ ἀντίγραφα
ἔστι δὲ
τῶν μὲν ὑπὸ Ἰσιδώρου τοῦ στρατηγήσαντος ἐπισταλέντων μοι·
Ἰσίδωρος στρατηγὸς Ὀξυρυγχίτου Γεμέλλῳ
ἀπελευθέρῳ Ἑλένης Πτολεμαίου
τῶι φιλτάτωι χαίρειν.
ἐπιστολὴν γραφεῖσάν σοι ὑπὸ Σεπτιμίου
Σερήνου τοῦ κρατίστου ἐπιτρόπου ἐσφραγισμένην κομισθεῖσάν μοι σήμερον
ἀπὸ διαπομπῆς τοῦ τοῦ νομοῦ …[…]…ρ…υ…
[…]… ἔπεμψά σοι διὰ Σερήνου ὑπηρέτου
ὅπως εὐθέως ἐξορμήσῃς ἐπὶ τὰ κεκελευσμένα ἀκολούθως οἷς κἀμοὶ ἔγραψεν.
[…]ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους ιδ, Φαρμοῦθιϛ
[3,ms]
[…]επι…π…ουπαρα
…μ…
…ν…
καὶ τ ους …
ἑτέρ ους ἐνοχλουμεν…
…ι τούτου
[… ? lines lost …]
[2,minf]
[…]…δημοσι[…]υρ…ου…ι ζ…[…]
[…] … […]κιμας μου τη…ως[…]
[…] … […]…εἶπεν ἑτέρας …[…]
[…] … […]… τῆς σιτολογίας …[…]
[…] … […]ς κατα …[…]
[3,minf]
[…]…νο…[…]… τῆς ἐπιτηρήσεως καὶ δι…[…]υ…
[…]… ἀπηλλάχθαι με …ε… τα ταῦτα ου…[…]…μενων ε…
[…]…ρη…ν λ ἐπιβάλλειν μοι ἀπὸ τοῦ ερ…[…]…αρου…
[…]… πρὸς δ…ων…ς ἔχειν με σὺν τῷ Διδύμῳ […]…ις
[3,md]
ἀξιῶ […]
μαθόντ…[…]
…, κύριε, ταῦτά μου τὰ δίκαια,
καθʼ ἃ μόνας
ἔμεινα πρὸς τῇ
ἐπιτηρήσει
ἡμέρας τριάκοντα,
καὶ προσοφείλεσθαί μοι καὶ
ὑπὲρ δαπανήματος τὸ δεικνύμενον κεφάλαιον
περιαιρεθῆναι τὸ οὐ δεόντως…[…]
…α[…]
κεφάλαιον
π…ως[…]
τιμ…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.