no image
DDbDP-text
[r,1]
[…]αντος τὸν Ζωίλον ἐν τοῖς ἐπιλεγεῖσιν ἱππεῦσιν
[…]αν συνστρατευσάμενος μεθʼ ἡμῶν εἰς Πηλούσιον.
συμβάντος δὲ παραγγελῆναι ἡμῖν ἑτοίμοις εἶναι πρὸς τὴν ὡραίαν οὗτος μὲν σκῆψιν αὑτῶι ζητησάμενος ἵνα μὴ στρατεύσηται
καὶ οὐδεμίαν χρείαν ἐξεργασάμενος λογευτὴς ἐγενέθη τοῦ τάγματος αὐτοῦ καὶ οὐ συνεστρατεύσατό σοι, βασιλεῦ, ἐπὶ Συρίαν ἐν τῶι
ε ἔτει τοῖς ἰδίοις καὶ δυνατὸς ὢν τοιοῦτον κλῆρον καρπιζόμενος[…]υ λογευτοῦ ὄντος ἐν τῆι ἱππαρχίαι πρὸ αὐτοῦ,
ἧς νῦν αὐτὸς λογευτής ἐστιν· ἐγὼ δʼ ἐν ἐκείνοις τοῖς χρόνοις
οὐκ ἔλαβον ἐκφόριον τοῦ κλήρου ἀλλʼ ἢ ὀλύρας ἀρτάβας φ καὶ τοῦ γ ἔτους εἰς Πηλούσιον καὶ τοῦ δ εἰς τὸν Βουβαστίτην καὶ τοῦ ε ἐπὶ Συρίαν
συνεστρατευσάμην σοι· ἐὰν οὖν φαίνηταί σοι, βασιλεῦ, δέομαί σου
ἀξιῶν σε, τὸν κοινὸν σωτῆρα καὶ εὐεργέτην, ἀποσταλῆναί μου
τὴν ἔντευξιν ἐπʼ Ἀπολλώνιον, ὅπως Δωριμάχωι μὲν γράψηι
μὴ ἐπιβάλλειν τῶι κλήρωι μου τὰς χεῖρας, ἐπειδὴ καὶ πρότερον
ἐμοῦ σε ἀξιώσαντος γράψαι αὐτῶι μὴ ἐπιβάλλειν μοι αὐτὸν
τὰς χεῖρας τοῦ Ἀπολλωνίου γράψαντος παρήκουσεν καὶ ἐπειδὴ
ἐδεήθηνὅτε ἐνεφάνιζον, καθίσαι μοι χρηματιστὰς τῶν τὰς βασιλικὰς[…]υμε[…]…ων εα[…]…ε[…]…[…]
[…]το δε[…]
[…]…[…]
[r,2]
καὶ ἰδιώτης […]βασιλεῦ, ἐπειδὴ […]
τὰς ἐντεύξεις[…]
καὶ αὐτὸς δ[…]
άσεσθαι πρ[…]
[…]ις προστα[…]
διεγγυησε[…]
γενομενο[…]χιλίαρχον κ[…]κλῆρόν μου τη[…]διεγγυημάτων […]τούτου
γὰρ γενομένου[…]
σου σωτηρίας[…]
ε…τ…[…]
ἀντίγραφον […]
βασιλεὺς Πτολεμαῖος τῶι δεῖνι χαίρειν[…]
η…ε…[…]
τον…[…]
βασιλεὺς Πτολεμαῖος[…]
αγγε[…]
[v]
[…] ἰλάρχης τῶν Φίλωνος
[…]ς Λέσβιος τῶν ἐκ τῆς αὐτῆς[…]κατηγορήματα Δωριμάχωι
[…]…τως καρπίζομαι
[…] τὸ ἱππικὸν κριτήριον[…]ἀπέλυσάν με τῶν ἐγκλημάτων[…]τὴν φυλακὴν διὰ το…
[…]…σαι τὰ κατηγορήματα[…]τὸν κλῆρον κατόχιμον ποιῆσαι
[…] τοῦ δὲ Δωριμάχου
[…]ης ἀντέγραψας αυ
[…] μετὰ φυλακῆς
[…] περὶ τῶν αὐτῶν
[…] καὶ τὴν συνεδρείαν[…] ποι…ι βουλομ[…]
[…]νος ἐάν σοι δοκῆι
[…]ρηι…γε…ν…
[…]ους του…[…]…εμπεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.