no image
DDbDP-text
Brief eines Verwalters an seinen Gutsherrn via HGV-meta
Linked by Trismegistos ID
TM 36209.
Each record below describes this same artifact or text from a different angle.
κατὰ τὴν ἐννεακαιδεκάτην ἔλαβον τὰ γράμματα τοῦ
ἐμοῦ ἀγαθοῦ δεσπότου, ἃ ἀπέδωκεν ἐμοὶ Θεόδωρος ὁ
πολυκωπίτης, ἐν οἷς ηὗρον ἐπιστολὴν γραφεῖσαν παρὰ τοῦ
ἐμοῦ δεσπότου πρὸς τὴν δέσποιναν, τὴν μεγαλοπρεπεστάτην
κυρᾶν, καὶ ταῦτα λαβὼν ἀπʼ ἐμαυτοῦ ἀποδέδωκα τῇ ἐμῇ
μεγαλοπρεπεστάτῃ κυρᾷ. καὶ πρὸ πάντων ηὐχαρίστησα
τῷ δεσπότῃ Θεῷ τῷ δεσπότῃ τῶν ὅλων διὰ τὸ αὐτὸν
καταπατῆσαι τοὺς ἐχθροὺς […]ρ…δ[…]
ὁ ἐμὸς ἀγαθὸς δεσπότης ω…[…]…η…εμ…[…]…[…]
[…]ειανδ… καὶ οἶδεν, ὡς ἄλλοτε γεγράφηκα …[…]
πολλῆς δυσχερείας μ[…]εως ἑκατὸν νομισμάτων.
καὶ πεντήκοντα μὲν δε[…]ς σίτου καὶ μέλλω
τῆς συμπληρώσεως τῶν[…]νομισμάτων
ἀπαιτουμένης λαβεῖν[…]ὀσπριγίτην ἐν τοῖς
μέρεσιν τῆς Παυλι[…]ρασαι κριθὰς
καὶ ἔξωθεν εξ[…]…ρ…[…]οστω καὶ τῶν
κριθῶν πρ[…]… τῷ ἐμῷ δεσπότῃ.
τὸ δὲ τοῦ σίτου πρόσγραφον ἐμποδίζεται ἕως νῦν[…]
πεμφθῆναι διὰ τὸ μὴ ἐμβληθῆναι τὸ μέτρον τὸ[…]
ἀποκείμενον. εἰ δὲ κ[…]ὁ ἐμὸς δεσπότης τ[…]
…ειλασθαι δίχα αὐτοῦ το[…]
καὶ τοῦτο δεχόμενος …[…]λ[…]
κριθῶν, οὐ μόνον δὲ ὅτι […]… ἐμβαλεῖ τὸ μέτρον
ἀπὸ τὴς εἰρημένης ἐμ[…]οῦντες. καταβαλῶ
νῦν ἑκατὸν νομίσματα τῆς καταβολῆς, ἣν βεβλήκασιν.
ὡσαύτως δὲ καὶ οἱ ἀπὸ Τελβώθων ἀπαρνοῦνται στῆναι καὶ
ποιῆσαι τὴν πᾶσαν ἀπόκρισιν αὐτῶν καὶ λαβεῖν λόγον περὶ τῶν
ἓξ νομισμάτων τοῦ διαγράφου. ἐν συντόμῳ οὖν, δέσποτα,
σημάνατέ μοι τὸν τύπον, ὃν κελεύεις δοθῆναι ἀμφοτέροις,
ἵνα ἐγκαταστήσω αὐτοὺς καὶ ἔχω ἀπαιτῆσαι τὴν καταβολήν.
καὶ γὰρ καὶ πέντε σύμμαχοι καὶ ἀπαιτηταὶ ἀπαιτούμενοι
παρʼ ἐμοῦ προσέφυγαν, οἱ μὲν λέγοντες ὡς πληρωτικοί
ἐσμεν καὶ οὐδὲν χρεωστοῦμεν, οἱ δὲ λέγοντες ὅτι οὐ χρεωστοῦμεν
εἰ μὴ τὴν καταβολὴν τοῦ Φαρμοῦθι μηνός. καὶ ὡς διαφόρως
γεγράφηκα παρακαλῶν τὸν ἐμὸν δεσπότην, κελεύσῃ
τὸν σύντροφόν μου Θεοδόσιον τὸν εὐδοκιμώτατον ταβουλάριον
πέμψαι πρὸς Μη[…]δ[…]…[…] ἵνα λογοποιήσῃ
πρὸς ἕκαστον καὶ δώσῃς[…]…ην αὐτὴν παρασκευάσαι
αὐτὸν ἐπιφθάσαι τὰ ἴχνη τοῦ ἐμοῦ δεσπότου. εἰ δέ οὗτος ἀποσχολεῖται,
κελεύσῃ αὐτῷ τουσπ[…]…[…]…
παρὰ τὸ ποιηθὲν κατολ[…]…[…]…[…]
Μηνᾶν τὸν ὑμέτερον λογογράφον ὀφειλοντ[…]
προσ[…]ον[…]…ευρ…[…]ον ἀπαιτησ…[…]ν ῥᾳθυμίας
κρινεῖ με ὁ ἐμὸς δεσπότης. ἤδη γὰρ εἶπον αὐτῷ τοῦτο αὐτὸ
καὶ εἶπεν μὴ δύνασθαι[…]…νω μηδʼ ἔχων
ἴσα λόγων …[…]ει…[…]… Μηνᾶν τὸν ἀπαιτητὴν
ποιῆσαι τὸν λόγον ὅτι […]ης ἐστιν. ἐπειδὴ δὲ καὶ ὑμεῖς
ἐκελεύσατε Πέτρον […]…ον κομπαστὴν[…]…[…]…
… […]έσχετο. καὶ γὰρ οὐκ ἀγνοεῖ
ὁ ἐμὸς δεσπότης τὴν ἐπιμέλειαν ἑκάστου ἡμῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.