Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.col.7.170 16. Juli 318Karanis (Arsinoites)

Petition for Recovery via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 10524. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρηλίῳ Γεροντίῳ πραιποσίτῳ ε πάγου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος. ὧν ἀνήνεγκα βιβλιδίων τῷ κυρίῳ μου διασημοτάτῳ ἡγεμόνι τῆς Ἡρκουλίας Αἰγύπτου Οὐαλερίῳ Ζίπερι μεθʼ ἧς ἔτυχον ὑπὸ τοῦ μεγαλείου αὐτοῦ ὑπογραφῆς τὸ ἀντίγραφον ἑξῆς ὑποτάξας ἐπιδίδωμί σοι, ἀξιῶν τούτων τὸ ἶσον ἐπισταλῆναι τοῖς αἰτιαθεῖσιν ὑπʼ ἐμοῦ Τώμει καὶ Δημητρίῳ ἀπὸ τῆς αὐτῆς κώμης, ἵνʼ εἰδῶσι τὰ κεκελευσμένα καὶ προσεδρεύσωσιν τῷ σῷ δικαστηρίῳ ἄχρι ἂν τὰ μεταξὺ ἡμῶν πέρατος τύχῃ. διευτύχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Ἐπεὶφ κβ. ἔστι δέ· Οὐαλερίῳ Ζίπερι τῷ διασημοτάτῳ ἡγεμόνι Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. κατὰ τὸν Φαμενὼθ μῆνα τῆς Σαβείνου καὶ Ῥουφίνου ὑπατείας, ἡγεμὼν, δέσποτα, Κάστωρ καὶ ὁ τούτου ἀδελφὸς Ἀμμωνιανὸς ἀπὸ τῆς αὐτῆς κώμης ἐν χρείᾳ γενόμενοι ηὐχρηστήθησαν παρʼ ἐμοῦ σίτου ἀρτάβας τριάκοντα δύο καὶ φασήλου ἀρτάβας δεκαοκτὼ καὶ γραμματεῖά μοι τούτων ἔθεντο ἐπὶ ὑποθήκῃ βοϊκῶν τετραπόδων τριῶν. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν ὁ τούτων πενθερὸς Τῶμις ὁμολογίας γραμματεῖόν μοι ἔθετο διʼ ἧς τὴν ἀναδοχὴν τῶν βοῶν πεποίηται ἐφʼ ᾧτε ἐὰν μὴ εἴσω τοῦ Παῦνι μηνὸς τὴν τῶν ὀσπρέων παράδωσίν μοι ποιήσωνται δηλαδὴ τὴν τῶν βοῶν ἔχειν με δεσποτείαν τοῖς γραμματίοις ἀκολούθως. ἐπεὶ οὖν ὁ μὲν Κάστωρ ἐξῆλθε τὸν βίον καὶ Ἀμμωνιανὸς ἐν ἀναχωρήσει τυγχάνει, ὅ τε προκείμενος Τῶμις καὶ ὁ τούτου ἀδελφὸς Δημήτριος ἀνὴρ τυγχάνων τῆς τῶν ὑποχρέων μου ἀδελφῆς Ἀτολᾶς πάντων τῶν ὑπʼ ἐκείνων καταλιφθέντων — βοϊκῶν δὴ λέγω ὀκτὼ καὶ οἰκοπέδων καὶ τῶν ἄλλων — ἐνκρατεῖς ἐγένοντο, ἐμοὶ μηδὲν παρασχόμενοι μήτε τὰ ὄσπρεα μήτε τὰ βοϊκὰ τετράποδα τοσούτου χρόνου διαγενομένου, καταφρονοῦντές μου, τούτου ἕνεκεν καταλαμβάνω τὴν σὴν ἀνδρείαν δεόμενος καὶ παρακαλῶν ὅπως εἴ σοι δόξειε κελεῦσαι διʼ οὗ ἐὰν δοκιμάσῃς ἐπαναγκασθῆναι τοὺς ἀντιτεταγμένους ἢ τὰ ὄσπρεα ἀποδοῦναι ἢ τὴν τῶν βοῶν τριῶν ἀποκατάστασίν μοι ποιήσασθαι τοῖς γραμματίοις ἀκολούθως, καὶ χάριτάς σοι ὁμολογεῖν. διευτύχει. Φαρμοῦθι ιη. ὁ πραιπόσιτος τοῦ πάγου διαγνοὺς μεταξὺ ὑμῶν τὴν προσήκουσάν σοι βοήθειαν ἐπὶ τοῖς χρεωστουμένοις παρέξει. κόλλημα ξη Αὐρήλιος Ἰσίδωρος ἐπιδέδωκα. Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.

Connections

Found at Karanis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.