no image
DDbDP-text
Substitution in a Liturgy via HGV-meta
Linked by Trismegistos ID
TM 10412.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ Σεβαστοῦ τὸ ε καὶ
Μαξιμιανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β.
Αὐρήλιοι Πωλίων Πέτρου μητρὸς Α…[…]ε… ἀπὸ ἐποικίου Φανοῦ ὡς ἐτῶν λ
οὐλὴ μετώπῳ μέσῳ καὶ ἀντικνημίῳ ἀριστερῷ καὶ Ἰσίδωρος Πτολεμαίου μητρὸς Ἡρωείδος ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ
δεξιῷ ἀλλήλοις χαίρειν. ἐπειδὴ ὁ ἐμοῦ τοῦ Ἰσιδώρου ἀδελφὸς Αὐρήλιος
Περᾶς ἀνεδόθη ὑπὸ τῶν ἀπὸ τῆς προκειμένης κώμης Καρανίδος
ἀποδημήσειν ἐν τῷ Τραιανῷ ποταμῷ καὶ τοῦ ἀδελφοῦ μου Περᾶ
ἀπασχολουμένου περὶ τὰ διαφέροντα αὐτῷ ὑπάρχοντα, προετρεψάμεθά σε τὸν Πωλίωνα ὥστε ἀποδημήσειν ἀντʼ αὐτοῦ
ἐν τῷ αὐτῷ Τραιανῷ ποταμῷ καὶ ἐκεῖσεἀπεργάσασθαι καὶ τὴν
χρείαν τὴν ὑπὲρ αὐτοῦ ἀμέμπτως ἀποπληρώσειν, λαμβάνοντός
σου τοῦ Πωλίωνος παρʼ ἐμοῦ τοῦ Ἰσιδώρου ὑπὲρ μισθοῦ καὶ
ἐκπείσματος λόγου τὰ σταθέντα μεταξὺ ἡμῶν ἀργυρίου τάλαντα δύο καὶ τροφὰς μηνῶν δύο καθʼ ὁμοιότητα ἁπάντων τῶν
ἀπὸ τοῦ νομοῦ ἀποστελλομένων ἀνδρῶν, ἀφʼ ὧν ἐντεῦθεν
ἐγὼ Πωλίων ἀπέσχον παρὰ σοῦ τοῦ Ἰσιδώρου ἐπὶ λόγου ἀργυρίου τάλαντον ἓν καὶ τὰς τροφὰς τῶν αὐτῶν μηνῶν δύο , τὸ δὲ
λοιπὸν τοῦ ἀργυρίου τάλαντον ἓν ἀπολήμψομαι παρὰ σοῦ τοῦ
Ἰσιδώρου μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους, ἐνλογουμένων μοι
τῶν μηνῶν δύο ἀφʼ ἧς ἡμέρας ἐὰν ἀποδημήσω ἀπὸ τοῦ Ἀρσινοίτου. ἐὰν δὲ καὶ ἐγὼ ὁ Πωλίων πλείω τῶν ἡμερῶν ἑξήκοντα
παρακατασχεθῶ ἐκεῖσε ἡμέρας ἐν τῷ αὐτῷ Τραιανῷ ποταμῷ
λήμψομαι παρὰ σοῦ τοῦ Ἰσιδώρου ὑπὲρ μισθοῦ καθʼ ἑκάστηνἡμέραν
ἀργυρίου δραχμὰς διακοσίας , καὶ οὐκ οὔσης δὲ ἐξουσίας ὁποτέρῳ ἡμῶν
ἀλλάξαι τι τούτων ἢ παραβῆναί τι τῶν ἐνγεγραμμένων κατὰ μηδένα τρόπον διὰ τὸ ἐπὶ τούτοις ἡμᾶς ἑκουσίῳ καὶαὐθαιρέτῳ γνώμῃ τὰ
πρὸς ἀλλήλους συντεθεῖσθαι. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν.
ἔτους ιγ καὶ ιβ καὶ ε τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Φαρμοῦθι ιδ.
Αὐρήλιος Πωλίων Πέτρου συνεθέμην πᾶσι τοῖς προκιμένοις καὶ ἔσχον ἐπὶ λόγου ἀργυρίου τάλαντον ἕν , τὸ δὲ λοιπὸν
τοῦ ἀργυρίου τάλαντον ἓν ἀπολήμψομαι τῇ προθεσμίᾳ
ὡς πρόκειται. Αὐρήλιος Σιλβανὸς ὁ καὶ Ἥρων ἔγραψα ὑπὲρ αὐτοῦ
ἀξιωθεὶς ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.