no image
DDbDP-text
Petition to the Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 11939.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ὀκταυίῳ κρατίστῳ στρατηγῷ Ἀρσινοΐτου
παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος. ὧν ἀνήνεγκα βιβλιδίων τῷ κυρίῳ μου διασημοτάτῳ ἡγεμόνι Αὐρηλίῳ
Ἀντωνίῳ μεθʼ ἧς ἔτυχον ὑπὸ τοῦ μεγέθους αὐτοῦ εὐεργετικωτάτης ὑπογραφῆς τὸ ἀντίγραφον ἑξῆς ἐντάξας ἐπιδίδωμί σοι, στρατηγῶν ἄριστε, ἀξιῶν τούτων τὸ ἴσον ἐπισταλῆναι διʼ ἑνὸς
τῶν περὶ σε ὑπηρετῶν τοῖς αἰτιαθεῖσιν ὑπʼ ἐμοῦ Ἀμμωνιανῷ καὶ Κάστορι
ἀπὸ τῆς αὐτῆς κώμης οἰκοῦσιν ἐν κώμῃ Βουβάστῳ ἵνʼ εἴδωσιν καὶ προσκαρτερήσωσιν τῷ σῷ δικαστηρίῳ ἄχρις ἂν τὰ μεταξὺ ἡμῶν πέρατος
τύχῃ. διευτύχει. ὑπατείας Καικινίου Σαβίνου καὶ Οὐεττίου
Ῥουφίνου τῶν λαμπροτάτων Μεχεὶρ ε. ἐστὶ δέ· Αὐρηλίῳ Ἀντωνίῳ τῷ διασημοτάτῳ ἡγεμόνι Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίου
Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοΐτου νομοῦ.
πᾶσι μὲν βοηθεῖν εἴωθεν ἡ σὴ περὶ πάντα κηδεμονία, ἡγεμὼν δέσποτα, ἐξαιρέτως δὲ ἡμῖν τοῖς μετρίοις καὶ καλῶς
εὖ βιοῦσι. τὸ δὲ κατʼ ἐμὲ πρᾶγμα τοῦτον ἔχει τὸν τρόπον· βίαν καὶ ἀγνωμοσύνην
παθών, κύριε, ὑπὸ Κάστορος καὶ Ἀμμωνιανοῦ ἀπὸ τῆς αὐτῆς κώμης περὶ τῆς τῶν παρανομούντων τούτων ἀνδρῶν καὶ ἀγνωμοσύνην πλείστην πεποιηκότων μοι, ἐπειδή, δέσποτα, ἐμισθωσάμην παρὰ
Κάστορος καὶ Ἀμμωνιανοῦ σιτικὰς ἀρούρας εἴκοσι πέντε ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ κοινωνίᾳ ἡμίσους μέρους πρὸς μόνην τὴν τοῦ
ἐνεστῶτος ἔτους σπορὰν ἐμοῦ πλέον τὴν τῶν ἀρουρῶν ἐργασίαν τὰ μέχρι τῆς
συνκομιδῆς, τῶν σπερμάτων διδομένων ὑπʼ ἐμοῦ τοῦ Ἰσιδώρου ἐκ προχρείας, τοῦτʼ ἐστί· παρέσχον αὐτίκα εἰς κατασπορὰν
σίτου ἀρτάβας κ κριθῆς ἀρτάβας ϛ καὶ φασήλου ἀρτάβας γ, ἀλλὰ μὴν
καὶ εἰς ἐντὸς ὑποσχισμῶν μισθίων τετραπόδων ζεύγη ἑξήκοντα ἀργυρίου τάλαντα δεκάπεντε καὶ ὑπὲρ τιμῆς
…α…τιου τάλαντα δύο , καὶ ἐν χρήσει λαβόντες παρʼ ἐμοῦ ἐγγράφως καὶ ἀγράφως εἰς ἰδίαν αὐτῶν χρείαν ἄλλα ἀργυρίου τάλαντα ὀκτὼ
καὶ σάκκον τρίχινον καινὸν ἕνα καὶ σίτου ἄλλας ἀρτάβας κβ 𐅵 καὶ φασήλου ἀρτάβας ιη καὶ τὰ ἀναλωθέντα ὑπʼ ἐμοῦ ἐκ τῶν ἡμετέρων
ὑπὲρ μισθῶν τοῖς θερισταῖς ὁμοίως σίτου ἀρτάβας κδ, μηδὲν κακὸν προσδοκήσαντός μου ὑπὸ τούτων παθεῖν, νομίσας τούτους
πίστιν μοι ἀνασῴζειν, οἱ δὲ αὐθαδίᾳ
χρώμενοι ἀλόγως καὶ ῥιψοκινδύνως παρὰ τους νόμους μὴ εὐλαβηθέντες ὀλίγον φόβον τοῦ ἐμοῦ δεσπότου
ἀπελθόντες ἄνευ τῆς ἐμῆς γνώμης πάσας τὰς ἁλωνίας
ἃς ἔχω ἅμα αὐτοῖς ἐπικοινωνοῦσιν ἐβάσταξαν εἰς τὸ ἴδιον, καὶ δὴ ἐμοῦ ταῦτα μαθόντος παραγενόμενος ἐπὶ μιᾷ ἁλωνίᾳ σίτου καὶ δικαιολογησάμενος πρὸς τὸν Κάστορα ἐπὶ παρόντων
μαρτύρων τούτου ἀποταξαμένου μοι καὶ μηδὲν δεδωκότος μοι ἀνεχώρησα. ἐπεὶ οὖν πάμπολλα προέχρησα αὐτοῖς ἐγγράφως
καὶ ἀγράφως ὅθεν μὴ δυνάμενος πρὸς αὐτοὺς
βιβλία ἐπιδέδωκα τῷ τοῦ νομοῦ στρατηγῷ καὶ τῷ πραιποσίτῳ τοῦ πάγου περὶ τῆς αὐτῶν ἀγνωμοσύνης.
ἠπείχθην οὖν τὴν καταφυγὴν ποιήσασθαι πρὸς τοὺς σοὺς τοῦ ἐμοῦ κυρίου πόδας δεόμενος καὶ παρακαλῶν ἄνθρωπος μέτριος κατὰ τὸ παντελὲς σχεδὸν τροφῶν …ιων ἀναγκαίων ἐπενδεόμενος ὅπως κελεύσῃς διʼ εὐεργετικωτάτης
σου ὑπογραφῆς ἐπαναγκασθῆναι τοὺς προειρημένους ἀποκαταστῆσαί μοι τὰ προκείμενα προνοίᾳ οὗ ἐὰν τὸ μεγαλεῖόν σου δοκιμάσῃ, ἵνα δυνηθῶ ἐκ σῆς βοηθείας ἀπολαύειν τῶν
ἰδίων καὶ συμμένειν με ἐν τῇ ἰδίᾳ,
καὶ τούτου τυχὼν εἰς ἀεὶ τῇ τύχῃ σου χάριτας μεγίστας ὁμολογήσω. διευτύχει. Αὐρήλιος Ἰσίδωρος ἐπιδέδωκα. Αὐρήλιος
Θέων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ τέταρτον, πρὸ ϛ
καλανδῶν Ἰανουαρίων, Χοιὰκ λ. ὁ ἐξάκτωρ παρόντος τοῦ σε ἀδικοῦντος μέρους κατὰ τοὺς νόμους διαλαβὼν μεταξὺ ὑμῶν
τοῦτο ποιήσει γενέσθαι ὅπερ ὁ δίκαιος λόγος ἀπαιτεῖ, δηλαδὴ εἰ μὴ ἡγοῖτο ἑτέρα ἐντυχία. κολλήματος ξγ, τόμου α.
Αὐρήλιος Ἰσίδωρος ἐπιδέδωκα. Αὐρήλιος Ἰσίδωρος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.