no image
DDbDP-text
Petition to a Prefect via HGV-meta
Linked by Trismegistos ID
TM 11187.
Each record below describes this same artifact or text from a different angle.
Μάρκωι Σεμπρωνίωι Λιβεράλι
ἐπάρχῳ Αἰγύπτου
παρὰ Φαρίωνος Εὐτυχοῦς τοῦ Ἡρακλείδου τῶν ἀπὸ τῆς μητροπόλεως
τοῦ Ἀρσινοείτου νομοῦ. οὗ ἀνέτεινά σοι
τῷ κυρίῳ βιβλιδίου καὶ ἔσχον ὑπʼ αὐτῶι
ὑπογραφῆς διʼ ἧς ἀνεπέμφθην ἐν ἀριθμῷ
σλγ ἐπὶ Σεουήρῳ τῷ ἐπὶ τῶν κεκριμένων ἐλέγη ἡμῖν …… ἀντίγραφον ὑπέταξα.
ἐπεὶ οὖν ω……νη τοῦ
ἀντιδίκου μου Ἥρωνος Ἀματίου ἐξηγητεύσαντος τῆς Ἀρσινοειτῶν πόλεως
αὐθαδίᾳ καὶ βίᾳ πολὺ δυναμένου ἐπὶ
τῶν τόπων, καὶ οὐ δυνήσομαι πρὸς
αὐτὸν ἐπὶ τοιούτοις δικασταῖς, ἐπεὶ πολὺ
δυνάστης ἐστίν. ἵνʼ εἰδῇς τὴν τοῦ Ἥρωνος
αὐθαδίαν Παυλῖνός τις υἱὸς γυμνασιάρχου ἐνέτυχεν Εὐδώρῳ τῷ τῆς Θεμίστου
καὶ Πολέμωνος στρατηγῷ ἐνκαλῶν τῷ
Ἥρωνι, καὶ ὁ στρατηγὸς μετεπέμψατο τὸν
Ἥρωνα καὶ αὐθαδῶς ἐχρήσατο καὶ
ὁ στρατηγὸς περὶ αὐτοῦ
ὑπεμνηματίσατο. ἡγεμὼν κύριε, ἔδειξά σοι
τὴν αὐθαδίαν τοῦ ἀντιδίκου· δέομαι,
κύριε τὸν σωτῆρα τῆς Αἰγύπτου, ἀκοῦσαί μου πρὸς αὐτόν, ἵνα δυνηθῶ ἐν
τῇ ἰδίᾳ μένειν. ἔστι δὲ ἀντίγραφον
ἀναφορίου. Μάρκῳ Σεμπρωνιῴ
ἐπάρχῳ Αἰγύπτου παρὰ Φαρίωνος
Εὐτυχοῦς τοῦ Ἡρακλείδου. τῆς ἐνφύτου σου εὐεργεσίας, ἡγεμὼν κύριε,
εἰς πάντα ἐφθακυίας, καὶ αὐτὸς
πολλοδαπῶς βιαζόμενος καὶ ἀδικούμενος, ἔσπευσα ἐπὶ σὲ καταφυγὼν τῶν δικαίων τυχεῖν. τὸ δὲ
πρᾶγμα τίθημι· χρείας μοι γενομένης, ἐδανισάμην παρὰ Ἥρωνος Ἀματίου ἐξηγητεύσαντος τῆς Ἀρσινοειτῶν
πόλεως ἀργυρίδιον κατὰ διαφόρους
χρόνους· ὥστε τῷ τῆς ἀρχῆς ἀξιώματι πεποιθώς, πολὺ ἐπὶ τῶν τόπων
δυνάμενος, συνεχῶς ὕβρεις καὶ ἀδικίας μοι ἐπάγει, καίτοι πληροφορούμενος οὓς κατὰ βίαν ἠνάγκασέ με
ὑποσχέσθαι τόκους στατηριαίους,
οἵτινες ὑπερέβαλον τὰ κεφάλαια σχεδὸν καὶ ἡμιόλιον. οὗ χάριν κινδυνεύω καταλείπων μεταναστήσεσθαι. ὅθεν ἐπὶ σὲ τὸν πάντων σωτῆρα καταφυγὼν καὶ ἀξιῶ ἐάν σοι τῇ τύχῃ δόξῃ διακοῦσαί μου πρὸς αὐτὸν ὅπως
ἃ ἐκομίσατο παρʼ ἐμοῦ συλλογίσατε
καὶ ἐὰν φανῇ ἐκ τοῦ λόγου συνάρσεως
δικαίως ὀφειλόμενα αὐτῷ ἀπολαβῇ
ἵνα δυνηθῶ διὰ τῆς σῆς εὐεργεσίας τυχεῖν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.