no image
DDbDP-text
Petition to a Logistes via HGV-meta
Linked by Trismegistos ID
TM 16005.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
[… ? lines lost …]
παρὰ Αὐρηλίου Κάστορος Παράμμωνος ἀπὸ τῆς Ἀμμωνιακῆς
καταγινομένου ἐν τῇλαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει.
ἐπριάμην παρὰ Θωνίου Πααντᾶ ἀπὸ τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως τὸ ὑπάρξαν αὐτῷ ἐν τῇ αὐτῇ πόλει
ἐπʼ ἀμφόδου Ἑρμαίου τέταρτον μέρος οἰκίας καὶ τῶν
ταύτης ὑποστελλόντων πάντων, ἀλλὰ ἀπὸ τῶν τῆς
οἰκίας κοινωνῶν Ταωρίων καὶ Κοπρία ἐπεκράτουν τοῦτο τὸ μέρος. μὴ φέρων ἀνήνεγκα ἐπὶ τὴν ἔπαρχον
ἐξουσίαν ἀξιῶν τοῦ οἰκοπέδου τὴν διαίρεσιν γίγνεσθαι αἵτινες ἐπισταλεῖσαι τὰ κεκελευσμένα καὶ δικαστήρια
παρὰ τῇ σῇ ἐπιεικείᾳ πρός με συγκροτήσασαι τοῦτό μοι
τὸ μέρος κεκύρωται ἐπὶ τῶν πραχθέντων ὑπομνημάτων ἀκολούθως τῷ δικαίῳ τῆς εἰς ἐμὲ πράσεως.
καὶ ἐπειδὴ ἀναγκαῖών ἐστιν κατὰ τὰ προστεταγμένα ὑπὸ τῆς
μείζονος ἐξουσίας καὶ τὴν διαίρεσιν τοῦ οἰκοπέδου ποιήσασθαι πρὸς τὸ ἕκαστον τὸ ἴδιον ἐσχηκότα τούτου ἀπολαύειν,
ἐκ τούτου καὶ νῦν ἠπείχθην, ὑποτάξας ἅπερ ἀνήνεγκα
μεθʼ ὧν ἀντεγράφην, τὰ βιβλία ἐπιδοῦναι ἀξιῶν
ἐπισταλῆναι τοὺς τῶν οἰκοδόμων μηνιάρχας ἵνʼ εἰδῶσι
καὶ ἐπαναγκασθῆναι εἰς τὴν τῆς αὐτῆς οἰκίας διαίρεσιν
ἥκειν κατὰ τὰ περὶ τούτου προστεταγμένα.
ὑπατείας Φλαουίου Ἰανουαρείνου καὶ Οὐεττίου Ἰούστου τῶν λαμπροτάτων, Μεσορὴ κϛ.
Αὐρήλιος Κάστωρ ἐπιδέδωκα. Αὐρήλιος …ης
Διδύμου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.
[r,2]
[… ? lines lost …]
Σεπτίμιος Ζένιος λογιστῇ Ὀξυρυγχίτου χαίρειν· αν[…]……[…]
τῇ ἐμῇ καθοσιώσει καὶ φρόντισον εἰ μὴ περὶ τῆς κοινωνίας τοῦ οἰκοπέδου μηδ…[…]……[…]
τὴν διαίρεσιν τούτου κατὰ τὸ δίκαιον ποιήσασθαι. ἔρρωσο. κ…[…]… δ. τῶν δὲ ἀνενεχθέντων […]
Σεπτιμίῳ Ζενίῳ τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίου Κάστορος Παράμμωνος ἀπὸ τῆς Ἀμμωνιακῆς
Ὀάσεως καταγινομένου ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει. ἐπριάμην, κύριε, παρὰ Θωνίου Πααντᾶ μητρὸς
Κοπρίας ἀπὸ τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως τὸ ὑπάρχον αὐτῷ ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Ἑρμαίου τέταρτον μέρος
ὁλοκλήρου οἰκίας καὶ τῶν ταύτης ὑποστελλόντων πάντων παραχρ…[…] συμφωνηθεις[…]
τῷ ἐμοὶ ἀποδομένῳ Θωνίῳ ἀκολούθως ᾗ πεποίηταί μου πράσεως …[…]… ὁμολογιασοδ[…]
κοινωνῶν τῆς οἰκίας τό μοι ὑποστέλλον τέταρτον μέρος ἐπικρατουντ…[…]…[…]……… […]
μετριότητος καταφρονοῦντας, ἐκ τούτου καταφεύγω πρὸς τοὺς σοὺς πόδας του…[…]
ἀξιῶν ἐλεήσαντά μου τὸ μέτριον μετὰ χεῖρας ἔχοντός μου τὴν εἰς ἐμὲ γεγενημένην[…]
ἐπικρίνῃς ἐπαναγκασθῆναι τοὺς τῆς οἰκίας κοινωνοὺς Κοπρίαν καὶ Ταωρίωνα του…[…]
τὸ καὶ ἐμὲ δύνασθαι ἀπολαβόντα τε ἀμὰ χάριν ὁμοίως ἔχειν διὰ τὴν σὴν …[…]
[v]
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.