no image
DDbDP-text
A Special Warranty Deed via HGV-meta
Linked by Trismegistos ID
TM 22646.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Σιλβανὸς Ἀκῆτος μητρὸς Θερμούθιος ὡς ἐτῶν ξ οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς ἀπὸ ἐποικίου Διοδώρου τοῦ μεγάλου Ἑρμοπολίτου νομοῦ Αὐρηλίῳ Ἀσκληπιάδῃ Ἀδελφίου ἄρξαντι βουλευτῇ Ἑρμουπόλεως τῆς λαμπροτάτης χαίρειν.
ὁμολογῶ πεπρακέναι καὶ καταγεγραφηκέναι σοι κατὰ τήνδε τὴν δισσὴν ἔγγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον
τὸ ὕπαρχόν μοι ἀπὸ δικαίου συνχωρήματος Κοπρέου ψιλὸν τόπον ἀπὸ διαιρέσεως παλαιᾶς συμπτωσίμου οἰκίας ἐπιπέδου ἀτειχίστου οἵας ἐστὶν διαθέσεως ἐπὶ τοῖς ἐνοῦσι θεμελίοις σὺν τῷ ἀνήκοντι μέρι τοῦ φρέατος καὶ τοῖς ἄλλοις χρηστηρίοις καὶ ἀνήκουσι
πᾶσι καὶ εἰσόδοις καὶ ἐξόδοις ἐν τῇ αὐτῇ Ἑρμουπόλει ἐπʼ ἀμφόδου Φρουρίου λιβὸς ἐν ῥύμῃ λεγομένῃ Ἀσυγκριτίου γείτονες νότου
καὶ ἀπηλιώτου σου τοῦ ὠνουμένου βορρᾶ καὶ λιβὸς δημόσιαι ῥύμαι τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου Σεβαστῶν
νομίσματος ταλάντων ἑκατὸν γίνεται ἀργυρίου τάλαντα ρ ἅπερ αὐτόθι ἀπέσχον παρά σου τοῦ ὠνουμένου διὰ χειρὸς ἐκ πλήρους, καὶ εἶναι περὶ
σὲ τὸν ὠνούμενον καὶ τοὺς παρὰ σοῦ τὴν τῆς πεπραμένης σοι ὡς πρόκειται παλαιᾶς οἰκίας ἤτοι ψιλοῦ τόπου κυριείαν καὶ κράτησιν
χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῆσθε τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον, τῆς βεβαιώσεως
διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδὲ ἄλλον ὑπὲρ ἐμοῦ ἐπί σε τὸν
ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδος
ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῷ ὠνουμένῳ ἢ τοῖς παρά σου τά τε βλάβη καὶ δαπανήματα
καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην· καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη, ἣν καὶ δισσήν σοι ἐξεδόμην· ἐντεῦθεν εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα
οὕτως ὀρθῶς καὶ καλῶς γίνεσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Ἀντωνίου Μαρκελλίνου καὶ Πετρωνίου Προβίνου
τῶν λαμπροτάτων Φαρμοῦθι ϛ. Αὐρήλιος Σιλβανὸς ὁ προκείμενος πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν ἐκ πλήρους καὶ βεβαιώσω
καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει ὡς πρόκειται. Αὐρήλιος Μέλας Διδύμου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.
Αὐρήλιος Πινουτίων συναλλαγματογράφος διʼ ἐμοῦ ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.