no image
DDbDP-text
Sale of Part of a House via APIS-papyrus
Linked by Trismegistos ID
TM 37325.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
…
διὰ χειρὸς ὑμῶν εἰς χεῖράς μου ἐπʼ ὄψεσι τῶν ἑξῆς ὑπογραφόντων
[…]… το καὶ ἐθε…[…]κ[…]ι
[…]ίω καὶ Ὀννοφρίου καὶ Στρατηγίας
…
καὶ δεσπόζειν τῶνπροδιωμολογημένων ὁλοκλήρων δύο κελλίων
[…]ς τῆς προκειμένης οἰκίας λεγομένης Πατεαλώνου
[…]δικαίου σωματικοῦ τε καὶ ἀσωμάτου
[…]το…λι[…]…ιρε…α ὄντως
[…]τῆς αὐτῆς οἰκίας καὶ μετὰ παντὸς αὐτοῦ τοῦ
δικαίου[…] καὶ κατὰ τὴν προειρημένην πᾶσαν
ἀνωτέραν διαστολὴν καὶ οἰκεῖν καὶ διοικεῖν καὶ οἰκονομεῖν
καὶ μισθοῦν καὶ μεταμισθοῦν καὶ παραπέμπειν ἐπὶ κληρονόμους
ἰδίους καὶ διαδόχους καὶ διακατόχους καὶ χρήσασθαι καὶ νέμεσθαι
κατὰ τὸν δοκοῦντα ὑμῖν κυριευτικὸν τρόπον ἀκωλύτως καὶ
ἀνεμποδίστως μηδενὸς ὑμῖν ἀντιποιουμένου ἢ ἀντιποιησομένου
τῶν μετʼ ἐμὲ κληρονόμων ἢ συγκληρονόμων ἢ τῶν ἐκ γένους
μοι ἀνηκόντων ἢ ἀγχιστευόντων καὶ τὸν ἐπελευσόμενον εἰς ὑμᾶς
τοῦ λοιποῦ περὶ τούτων ἐγὼ αὐτὸν ἀποτρέψω ἀφʼ ὑμῶν ἰδίοις μου
ἀναλώμασι καὶ δαπανήμασι καὶ βεβαιώσω ὑμῖν πάσῃ βεβαιώσει
ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιηθησομένου
παντὶ καιρῷἐπάναγκες. εἰ δὲ καὶ ἧττον φροντίζω τῆς βεβαιώσεως
τριπλασίως τὸ τίμημα ἀποδώσω μετὰ καὶ τοῦ διαφέροντος
καὶ ἀναλώματος πρὸς τῷ βεβαίαν εἶναι καὶ ἰσχυρὰν πανταχοῦ
προφερομένην ἥνπερ ἁπλῆν γραφεῖσαν ἑκοῦσα καὶ πεπεισμένη
ἐθέμην ὑμῖν ἄνευ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πλάνης πάσης καὶ
φόβου καὶ δόλου τινὸς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειωμένην
μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς συνηθῶν
κατὰ παράκλησιν ἐμὴν μαρτυρησάντων μαρτύρων καὶ ἐξεδόμην
ὑμῖν πρὸς ἀσφάλειαν εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν
καὶ καθαροποίησιν ταύτης τῆς πράσεως ὑποκειμένων εἰς τοῦτο πάντων
μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε καὶ
ἀκινήτωνκαὶαὐτοκινήτων γενικῶς καὶ ἰδικῶς ἐν παντὶ εἴδει καὶ
γένει ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης
καὶ πρὸς πάντα τὰ ἐγγεγραμμένα ἐπερωτηθεῖσα ταῦθʼ οὕτως ἔχειν δώσειν
ποιεῖν φυλάττειν ὡμολόγησα. † Αὐρηλία Μαρία θυγάτηρ Παπνύτιος
ἡ προκειμένη ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ ἀπέσχηκα τὴν προκειμένην τελείαν
τιμὴν ἐν νομισματίοις δυσὶ καὶ βεβαιώσω ὑμῖν πάσῃ βεβαιώσει
ἀπὸ παντὸς καὶ διὰ παντὸς καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα καὶ ὤμοσα
τὸν θεῖον ὅρκον ὡς πρόκειται. † Αὐρήλιος Καλλίνικος Πέτρου ἀξιωθεὶς ἔγραψα
[…]… υἱὸς Ἰωάννου σὺν θεῷ πρεσβύτερος μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῆς
θεμένης, μαρτυρῶ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δύο νομισμάτων τῆς τιμῆς.
[…]… σὺν θεῷ πρεσβύτερος μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης, μαρτυρῶ
δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δύο νομισμάτων τῆς τιμῆς. † Αὐρήλιος …[…]……
[…] μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης, μαρτυρῶ δὲ
καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δύο νομισμάτων τῆς τιμῆς. † Αὐρήλιος
[…] μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης, μαρτυρῶ δὲ
καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δύο νομισμάτων τῆς τιμῆς. † Ἐνῶχ Μηνᾶ ἀναγνώστης
μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης, μαρτυρῶ δὲ καὶ τῇ παραλήμψει τοῦ χρυσίου τῶν δύο νομισμάτων τῆς τιμῆς.
διʼ ἐμοῦ Θεοδοσίου σὺν θεῷ ταβελλίωνος ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.