no image
DDbDP-text
Sale of a Part of a House via HGV-meta
Linked by Trismegistos ID
TM 21375.
Each record below describes this same artifact or text from a different angle.
† ἐν ὀνόματι τῆς ἁγίας καὶ ζῳοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
ἐγράφη μηνὶ Ἁθὺρ γ ἰνδικτίονος τετάρτης.
† Αὐρηλία Εὐδοξία θυγάτηρ Γεωργίου μητρὸς Ῥοῦθ …[…]… καὶ συναινοῦντος
καὶ συμπειθομένου ταύτῃ τῇ παρούσῃ ἐμῇ πράσει ἀνδρὸς ἐμοῦ Ἀνουφίου υἱοῦ
Ἰσακίου συντελεστοῦ ἀπὸ κώμης Ἀφροδίτης τοῦ
Ἀνταιοπολίτου νομοῦ † Αὐρηλίῳ Μηνᾷ υἱῷ τοῦ μακαριωτάτου Χριστοφόρου ὁρμωμένου
ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ εἰποῦσα ἡ προγεγραμμένη Εὐδοξία θυγάτηρ
Γεωργίου καὶ μετὰ συναινέσεως ἀνδρὸς ἐμοῦ Ἀνοῦφιος υἱοῦ Ἰσακίου συντελεστοῦ διὰ ταύτης
μου τῆς ἐγγράφου ἀσφαλείας ἤτοι πράσεως ἑκουσίᾳ γνώμῃ αὐθαιρέτῳ βουλήσει
καὶ ἀμετανοήτῳ καὶ ἀμεταβλήτῳ καὶ ἀμετατρέπτῳ λογισμῷ καθερωτάτῃ προθέσει
καὶ καθαρᾷ συνειδήσει καὶ ἀδόλῳ σκοπῷ ὀρθῇ τῇ διανοίᾳ ἅμα τε καὶ ὀμνῦσα τόν τε
παντοκράτορα θεὸν καὶ τὴν νίκην τῆς βασιλικῆς σωτηρίας πεπρακέναι σοι τῷ προειρημένῳ
Μηνᾷ υἱῷ τοῦ μακαριωτάτου Χριστοφόρου πραγματευτῇ καὶ καταγεγραφηκέναι σοι καὶ
παρακεχωρηκέναι καὶ ἐκκεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα
καὶ διηνεκῆ χρόνον πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ καλῇ πίστει
καὶ πάσῃ ἐξουσίᾳ καὶ ἐπὶ αἰωνίᾳ δεσποτικῇ κατοχῇ τὸ ὑπάρχον μοι καὶ περιελθὸν
εἰς ἐμὲ ἀπὸ δικαίας κληρονομίας παρὰ τοῦ μακαριωτάτου μου παρτρὸς ὁλόκληρόν
μου μέρος ἀπὸ τῆς παλαιᾶς σεσαθρωμένης οἰκίας λεγομένης Ἰωναθὰν οἰκοδόμου
τῆς διακειμένης ἐν τῇ βορινῇ μέρει τῆς εἰρημένης κώμης Ἀφροδίτης ἐπὶ ῥύμης
τῆς ἁγίας καθολικῆς ἐκκλησίαςἀνεῳγμένης εἰς λίβα εἰς τὴν
δημοσίαν ῥύμην μετὰ παντὸς αὐτῆς τοῦ δικαίου ἀπʼ ἐδάφους μέχρι ἀέρος ἄνω
ἁπαξαπλῶς καθὼς ἐνεμόμην τοῦ μακαριωτάτου μου πατρὸς ἔτι περιόντος οὐδὲν
καταλείψας ἐκ τοῦ προδιωμολογημένου ὁλοκλήρου μου μέρους ἀπὸ τῆς προκειμένης παλαιᾶς
σεσαθρωμένης οἰκίας καὶ ἐξ οἱουδήποτε δικαίου ἀπʼ ἐδάφους μέχρι ἀέρος ἄνω ὡς πρὸ ἀνωτέρω τέταγται, οἱ δὲ γείτονες τῆς προκειμένης παλαιᾶς οἰκίας
ἐκ τετραγώνου εἴσιν οὖτοι νότου πεσσὸς οἰκίας Μηνᾶ Χιχόιτος χαλκοπράτου
ἀπηλιώτου μεγάλη ἔπαυλις τῶν κληρωνόμων Προμαυῶτος βορρᾶ οἰκία
τῶν κληρονόμων Πέτρου ἢ οἷοι ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν
τιμῆς τε τῆς πρὸς ἀλλήλους συνπεφωνημένης καὶ συναρεσάσης τελείας
καὶ ἀξίας χρυσοῦ δεσποτικοῦ δοκίμου νομισματίου δίμοιρον
συναλλαγῇ πρὸς παρασταθμίαν δύο τῷ σταθμῷ τῆς αὐτῆς κώμης, γίνεται χρυσοῦ νομισματίου 𐅷 συναλλαγῇ κεράτια β,
ἅπερ τοῦτο τῆς τιμῆς χρύσινον ἀπείληφα εἰποῦσα ἡ ἀποδομένη Εὐδοξία θυγάτηρ
Γεωργίου καὶ μετὰ συναινέσεως ἀνδρὸς ἐμοῦ Ἀνούφιος Ἰσακίου παρὰ σοῦ
τοῦ ἐωνημένου Μηνᾶ υἱοῦ Χριστοφόρου διὰ χειρός σου εἰς χεῖράς μου
ἐπʼ ὄψεσι τῶν ἑξῆς ὑπογραφόντων νομίμων μαρτύρων εἰς τὸ ἀπὸ τοῦ
νῦν ἐπὶ τὸ διηνεκὲς ἀριθμῷ σταθμῷ πλήρη πρήλη ἅμα τῇ πράσει γενομένῃ ἐφʼ ᾗ
τιμῇ καὶ πεπεισμένη πρὸς τὸ ἐντεῦθέν σε τὸν αὐτὸν πριάμενον Μηνᾶν
υἱὸν Χριστορόρου κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν ἀπὸ τοῦ προδιωμολογημένου ὁλοκλήρου μου μέρους ἀπὸ τῆς προκειμένης σεσαθρωμένης
παλαιᾶς οἰκίας λεγομένης Ἰωναθὰν οἰκοδόμου καὶ ἐξ οἱουδήποτε δικαίου
ἀπὸ ἐδάφους μέχρι ἀέρος ἄνω κατὰ τὴν ἀνώτεραν διαστολὴν καὶ οἰκεῖν
καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν ἢ καὶ ἐποικοδομεῖν καὶ μισθοῦν
καὶ μεταμισθοῦν καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ διακατόχους
καὶ χρήσασθαι καὶ νέμεσθαι κατὰ τὸν δοκοῦντά σοι κυριευτικὸν τρόπον ἀκωλύτως
καὶ ἀνεμποδίστως μετʼ ἑνός σοι ἀντιποιουμένου ἢ ἀντιποιηθησομένου τῶν μήτε
ἐμὲ κληρονόμων ἢ συνκληρονόμων ἢ τῶν ἐκ γένους μοι ἀνηκόντων
ἢ ἀγχιστευόντων καὶ τὸν ἐπελευσόμενον παντὶ καιρῷ ἐπάναγκες ἀποτρέψω· εἰ δὲ
καὶ ἧττον φροντίζω τῆς βεβαιώσεως τριπλασίως τὸ τίμημα ἀποδώσω
μετὰ καὶ τῶν διαφερόντων καὶ ἀναλωμάτων πρὸς τῷ βεβαίαν εἶναι καὶ ἰσχυρὰν
ταύτην τὴν πρᾶσιν πανταχοῦ προφερομένην ἥνπερ ἁπλῆν γραφεῖσαν ἑκοῦσα
καὶ πεπεισμένη ἐθέμην σοι ἄνευ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πλάνης
πάσης καὶ φόβου καὶ δόλου τινὸς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους
τετελειωμένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς
συνηθῶν κατὰ παράκλησιν ἐμὴν μαρτυρησάντων μαρτύρων καὶ ἐξεδόμην σοι πρὸς
ἀσφάλειαν καὶ εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν καὶ
καθαροποίησιν ταύτης τῆς πράσεως ὑποκειμένων σοι εἰς τοῦτο
πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε
καὶ ἀκινήτων καὶ αὐτοκινήτων γενικῶς καὶ ἰδικῶς ἐν παντὶ εἴδει καὶ γένει
ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ πρὸς
πάντα τὰ ἐγγεγραμμένα ἐπερωτηθεῖσα ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν
φυλάττειν ὡμολόγησα. † † Αὐρηλία Εὐδοξία θυγάτηρ Γεώργιου μητρὸς
Ῥοῦθ καὶ μετὰ συναινέσεως ἀνδρὸς αὐτῆς Ἀνουφίου υἱοῦ Ἰσακίου ἡ προκειμένη
ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ ἀπεσχόμην τὴν προκειμένην τελείαν τιμὴν εἰς χρυσοῦ νομισματίου
δίμοιρον καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς καὶ στοιχεῖ ἐμοῖ
πάντα τὰ ἐγγεγραμμένα καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. † Αὐρήλιος Ἰωάννης
Ἀπολλῶτος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς. † Αὐρήλιος Ἀνούφιος Ἰσακίου
ἡ προγεγράμμενος ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ ἀπέχω τὴν προκειμένην
τελείαν τιμὴν εἰς χρυσοῦ νομισματίου δίμοιρον καὶ βεβαιώσομεν
πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ παντὸς καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα
καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. † Αὐρήλιος Ἰωάννης Ἑρμαυῶτος
μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ
καταβολῇ τοῦ χρυσίου τοῦ νομισματίου δίμοιρον τῆς τιμῆς †
† Αὐρήλιος Δαυεὶτ Φοιβάμμωνος μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας
παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ κα ταβολῇ τοῦ χρυσίου
τοῦ δίμοιρον νομίσματος τῆς τιμῆς. † Αὐρήλιος Κωμάσιος Βίκτορος
μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ
τοῦ χρυσίου νομισματίου δίμοιρον τῆς τιμῆς. †
† διʼ ἐμοῦ ἄπα Ῥασίου νομικοῦ ἐγράφη τοῦ καὶ σωματίζομαιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.