Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.herm.32 VI

Sale of Land via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 37275. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[… ? lines lost …] κατὰ δύναμιν τῶν αὐτῶν προκειμένων διαιρέσεων κυρίων οὐσῶν καὶ βεβαίων καὶ πρὸς δύναμιν αὐτῶν κατὰ τὴν ἀνωτέραν διαστολὴν κρατεῖν καὶ κυριεύειν καὶ γεωργεῖν καὶ καρποῦσθαι καὶ μισθοῦν καὶ μεταμισθοῦν καὶ φυτεῦσαι ἐν ἀμπέλῳ καὶ φυτὰ φυτεῦσαι καὶ κτίσματα κτίσαι καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ διακατόχους καὶ χρήσασθαι καὶ νέμεσθαι κατὰ τὸν δοκοῦντά σοι κυριετικὸν τρόπον, ἀκωλύτως καὶ ἀνεμποδίστως μέν γέ σε τοῦ προειρημένου […]ηθου, ἐπὶ τῷ δὲ συντελέσαι ὑπὲρ τῶν προκειμένων δέκα ἀρουρῶν σὺν ἡμιαρουρίῳ τοῦ κτήματος σίτου ἐμβολῆς τε καὶ χρυσικοῦ καὶ ναύλου καὶ παντοίων ἀννωνιακῶν πρὸς τὴν ἀπογραφὴν τοῦ δημοσίου κώδικος Ἰωάννου τοῦ τῆς λογίας μνήμης ἀπογενομένου σχολαστικοῦ καὶ κηνσίτορος, ἀρξάμενον ἀπὸ κανόνος τὴς σὺν Θεῷ εὐτυχοῦς εἰσιούσης[…]ἰνδικτίονος καὶ αὐτῆς καὶ ἐφεξῆς καὶ διὰ παντὸς καὶ εἰς τὸ παντελὲς μηδενὸς σοι ἀντιποιουμένου ἢ ἀντιποιηθησομένου τῶν μετʼ ἐμὲ κληρονόμων ἢ συγκληρονόμων ἢ τῶν ἐκ γένους μοι ἀνηκόντων ἢ ἀγχιστευόντων,καὶ τὸν ἐπελευσόμενον εἰς σὲ τοῦ λοιποῦ περὶ τούτου ἐγὼ ὁ αὐτὸς ἀποτρέψω ἀπὸ σοῦ ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι, καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου παντὶ καιρῷ ἐπάναγκες· εἰ δὲ καὶ ἧττον φροντίζω τῆς βεβαιώσεως, τριπλασίως τὸ τίμημα ἀποδώσω μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος πρὸς τὸ βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προφερομένην, ἥνπερ ἁπλῆν γραφεῖσαν ἐκών καὶ πεπεισμένος ἐθέμην σοι ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης πάσης καὶ φόβου καὶ δόλου τινὸς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειωμένην μεθʼ ὑπογραφῆς ἐμῆς καὶ τῶν ἑξῆς συνηθῶν κατὰ παράκλησιν ἐμὴν μαρτυρησάντων μαρτύρων καὶἐξεδόμην σοι πρὸς ἀσφάλειαν εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν καὶ καθαροποίησιν ταύτης τῆς πράσεως ὑποκειμένων εἰς τοῦτο πάντων τῶν μου ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν καὶ ἀκινήτων καὶ αὐτοκινήτων γενικῶς καὶ ἰδικῶς ἐν παντὶ εἴδει καὶ γένει ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης. καὶ πρὸς πάντα τὰ ἐγγεγραμμένα ἐπερωτηθέντες ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ὡμολογήσαμεν. δῆλον ὅτι βέβαιον δὲ ὄντα τῆς ἄλλης πράσει τῆς …[…] παρὰ σοῦ, κυρίαν οὖσαν καὶ βεβαίαν πρὸς τὴν δύναμιν[…] πάλιν ὡμολόγησα. ☧ Αὐρήλιος Ἄπα Βίκτωρ Ῥω…[…]ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ ἀπέσχον τὴν προκειμένην τελείαν τιμὴν νομισματίου ἡμίσους καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ στοιχεῖ μοι πάντα ἐγγεγραμμένα καὶ ὤμοσα τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ὡς πρόκειται. † Αὐρήλιος Ἀβραάμις Φρετρίου μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου […]καὶ ὑπέγραψα. ☧ Αὐρήλιος Ἰακώβις Ἰωάννου μαρτυρῶ ταύτῃ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου ὑμῖν[…] […]…μ…… ☧ Αὐρήλιος Κωμάσιος Ἰερ…… μαρτυρῶ ὡς πρόκειται. † Αὐρήλιος Παμοῦν Θεοδώρου μαρτυρῶ ὡς πρόκειται. † Αὐρήλιος […]μαρτυρῶ ὡςπρόκειται.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.