no image
DDbDP-text
[1]
[… ? lines lost …]
[… 1 line lost …]
[…]λείπεσθαί μοι ἐκ τοῦ αὐτοῦ ἀριστητηρίου καὶ
ἐκ τοῦ προειρημένου δώματος μέχρι ἄκρου δακτύλου ἢ βήματος ἢ
ποδός, ἀλλʼ ἅπαν δίκαιον καὶ ἐξόν μοι ἐξ αὐτοῦ στέλλεσθαί σοι καὶ τοῖς σοῖς
κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς
τιμῆς τῆς πρὸς ἀλλήλουςσυμπεφωνημένης καὶ συναρεσάσης τελείας τε
καὶ ἀξίας τοῦ προειρημένου ὁλοκλήρου ἀριστητηρίου μετὰ τοῦ ἐπάνω αὐτοῦ
ὁλοκλήρου δώματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ὡς εἴρηται χρυσοῦ νομίσματα
τρία εὔσταθμα παρὰ κεράτια τρία, γίνεται χρυσοῦ νομίσματα γ εὔσταθμα παρὰ κεράτια γ, ἅπερ τὰ προειρημένα χρυσοῦ
νομίσματα τρία εὔσταθμα παρὰ κεράτια τρία αὐτόθεν ἀπέσχον ἐγὼ ὁ ἀποδόμενος
Ἰωάννης παρὰ σοῦ τοῦ ὠνουμένου Βίκτορος ἀπὸ χειρός σου εἰς χεῖράς μου
ἐκ πλήρους ἐπὶ τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων τῶν κατὰ παράκλησιν ἐμὴν καὶ αἴτησιν καὶ ἀξίωσιν καθυπογραψάντων εἰς ταύτην αὐτὴν πρᾶσιν θεασαμένων[…]καὶ μαρτυρησάντων τῇ αὐτῇ
καταβολῇ τούτων τῶν νομισμάτων τοῦ αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου
καὶ τοῦ εἰρημένου ἐπάνω αὐτοῦ ὁλοκλήρου δώματος κρατεῖν καὶ κυριεύειν
καὶ δεσπόζειν καὶ χρῆσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν καὶ ἐκμισθοῦν καὶ
μεταμισθοῦν καὶ κτίζειν καὶ ἐπικτίζειν καὶ πωλεῖν καὶ ὑποθέσθαι καὶ
χαρίσασθαι καὶ ἀντικαταλλάξασθαι καὶ πάντα ποιεῖν καὶ πράττειν πάντα ἀπλῶς
κατὰ πᾶν δεσποτείας δίκαιον ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς καὶ ἀκολούθως
[…]τὴν βεβαίωσιν ταύτης τῆς πράσεως καὶ καθαροποιήσασθαί σοι καὶ τοῖς
σοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις τοῖς τε κεκληρονομημένοις …[…]ἐκστήσειν καὶ ἀποσοβεῖν πάντα
ἄνθρωπον ὡς εἰκὸς ἐπελευσόμενον κατὰ σοῦ περὶ τούτου ἢ τοῦ παντὸς
διδόναι τὴν αὐτὴν τιμὴν διπλῆν καὶ τὰ αὐτὰ ἀναλώματα καὶ
δαπανήματα διπλᾶ πρὸς τ[…]…τον[…]ταύτην τὴν
πρᾶσιν κυρίαν παντὸς πανταχοῦ προφερομένην καὶ προκομιζομένην ἐπὶ
πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ ὅτι φυλάξω πάντα τὰ προγεγραμμένα
ἀπαράβατα ἐπωμοσάμην[…]…[…] ὑποθέμενός σοι εἰς πᾶσαν βεβαίωσιν
ταύτης τῆς πράσεως εἰς ἔκτισιν καὶ ἀπόδοσιν αἴτησιν τοῦ ὡς εἰκὸς
διπλασίωνος τιμήματος καταβολῆς πάντα μοι τὰ ὄντα καὶ ἐσόμενα
πράγματα λόγῳ ἐνεχύρου καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ
πρὸς πάντα τὰ προγεγραμμένα ἐπερωτηθεὶς ὡμολόγησα. † † Αὐρήλιος Ἰωάννης
Γεωργίου ἀπὸ Ἑρμοῦ πόλεως ὁ προγεγραμμένος ἐθέμην τὴν
παροῦσαν πρᾶσιν καὶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα
ὡς πρόκειται. † † Πέτρος Φοιβάμμωνος ἐλάχιστος διάκονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ πράσει
αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια
τρία τῆς τιμῆς. † † Καλο…[…] ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς
παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου νομισμάτων τριῶν εὐστάθμων παρὰ
κεράτια τρὶα τῆς τιμῆς. † †[…]… ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ
πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ καταβολῇ τοῦ χρυσίου τῶν νομισμάτων
τριῶν εὐστάθμων παρὰ κεράτια τρία τῆς τιμῆς. † Σερῆνος Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ
τῇ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία τῆς τιμῆς. † Ἰσάκιος
Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει ἀκούσας παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ
καὶ τῇ πράσει τοῦ χρυσίου τῶν νομισματίων τριῶν παρὰ κεράτια τρία τῆς τιμῆς. †
διʼ ἐμοῦ …[…]συμβολαιογράφου ἐγράφη …
† Φαμενὼθ η ἰνδικτιῶνος γ
† Αὐρήλιος Ἰωάννης Γεωργίου βραδέως ὑπογράφων ἀπὸ τῆς Ἑρμουπολιτῶν Αὐρηλίῳ
Βίκτορι τῷ ἐμῷ ὁμογνησίῳ ἀδελφῷ ἀπὸ τῆς αὐτῆς πόλεως. πεπλήρωμαι παρὰ σοῦ
χρυσοῦ νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία ὑπὲρ τελείας καὶ ἀξίας τιμῆς
[…]τοῦ αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου καὶ τοῦ ὁλοκλήρου
δώματος[…]… σὺν τῇ κοινωνιμαίᾳ αὐλῇ
[…]αι… τοὺ τρικλίνου καὶ τοῦ πυλῶνος καὶ τοῦ παντὸς δικαίου
[…] πράσεως καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ ἢ πρὸς
κληρονόμους καὶ διαδόχους καὶ διακατόχους μὴ ἐγὼ μὴ κληρονόμοι μου
[…]καὶ διάδοχοι καὶ διακάτοχοι περὶ τοῦ αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου ἢ περὶ δώματος
[…] περὶ πάσης ἀγωγῆς καὶ ἐνοχῆς καὶ ἐπελεύσεως
[…] καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην σοι πεποίημαι
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.