Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.lips.1.6 16. Apr. 306Hermopolis

Kaufvertrag über ein Grundstück via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 22327. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[1] [… 10 lines lost …] […]ἐὰν αἱρῶνταικανονικῶν καὶ […]τοῦ ἐνεστῶτος[…]πρὸς πᾶσαν [2] ἐφʼ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν τὸ ϛ. Αὐρήλιος Ἀγαθὸς Δαίμων Πλουτάρχου ἱερονίκης ἀπὸ Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου φρουρίου ἀπηλιώτου Αὐρηλίῳ Ἑρμίᾳ τῷ καὶ Κρονίῳ γυμνασιάρχῳ βουλευτῇ τῆς αὐτῆς πόλεως καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ πεπρακέναι σοι κατὰ τήνδε τὴν δισσὴν ἔνγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι περὶ Σενεθῶθιν ἐκ τοῦ Τήρους καὶ Μενελάου κλήρου γῆς κατοικικῆς ἀντλητοῦ ἄρουραν μίαν ἕκτον ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων ἀρουρῶν β κατὰ κοινωνίαν Ἀππιανῆς Ἀπίωνος, ἥνπερ πεπραμένης γῆς κατοικικῆς ἄρουραν α ϛ παραδώσω σοι κατʼ ἀγρὸν σπορίμην πλῆρες τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰν ἀπὸ βασιλικῆς καὶ παντὸς εἴδους ἁπλῶς κατηντηκυεῖαν εἰς ἐμὲ ἐκ διαιρέσεως γενομένης μοι πρὸς Σαραπίωνα ἐπίκλην Βουκόλον οὐετρανόν. γείτονες νότου χῶμα τῶν ἄλλων τριῶν ἀνέμων σου τοῦ ὠνουμένου, τὴν δὲ πρὸς ἀλλήλους συμπεφωνημένην τιμὴν ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα τρία γίνονται ἀργυρίου τάλαντα γ αὐτόθι ἀπέσχον παρά σου τοῦ ὠνουμένου κατὰ τήνδε τὴν δισσὴν ἔνγραφον ἀσφάλειαν διὰ χειρὸς ἐκ πλήρους καὶ εἶναι περί σε τὸν ὠνούμενον καὶ τοὺς παρά σου τὴν τῆς πεπραμένης ὡς πρόκειται γῆς κατοικικῆς ἄρουρα α ϛ κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον τῶν ταύτῆς δημοσίων καὶ ἐπιμερισμῶν καὶ ἀννωνικῶν ἐπιβολῶν παντοίων καὶ κανονικῶν καὶ ἄλλων τῶν μὲν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος ιγ καὶ α ἔτους καὶ αὐτοῦ ὄντων πρὸς ἐμὲ τὸν πωλοῦντα, τῶν δὲ ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους καὶ β ἔτους ὄντων πρός σε τὸν ὠνουμένον διὰ τὸ εἶναι σοῦ τὰ ἀπὸ τοῦ αὐτοῦ ἔτους ἐκφόρια καὶ φόρους, τῆς βεβαίωσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπί σε τὸν ὠνουμένον μηδὲ ἐπὶ τοὺς παρά σου περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῷ ὠνουμένῳ ἢ τοῖς παρά σου τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακειμένη ἣν καὶ δισσήν σοι προηκάμην· καὶ ἐντεῦθεν εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γεινέσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ τῶν Κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους β τῶν Κυρίων ἡμῶν Σευήρου καὶ Μαξιμίνου τῶν Ἐπιφανεστάτων Καισάρων Φαρμοῦθι κα. Αὐρήλιος Ἀγαθὸς Δαίμων Πλουτάρχου ἱερονίκης πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν ἐκ πλήρους καὶ βεβαιώσω καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει ὡς πρόκιται.

Connections

Found at Hermopolis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.