no image
DDbDP-text
Petition to a magister via HGV-meta
Linked by Trismegistos ID
TM 19696.
Each record below describes this same artifact or text from a different angle.
[r]
χμγ
☧ τῷ ἀληθινῷ ἀγαθῷ δεσπότῃ μου καὶ φιλανθρώπῳ εὐεργέτῃ λαμπροτάτῳ
καὶ περιβλέπτῳ μαγίστερι † δέησις καὶ ἱκεσία
παρὰ τοῦ ἐλεεινοῦ οἰκέτου ὑμῶν
† Διοσκόρου. †
εὐφημεῖται καὶ διαβεβόηται ἐν ἅπασι παρὰ παντὸς ἀνθρώπου ἡ φιλοκάγαθος
ὑμῶν λαμπρὰ εὐεργεσία ἀεὶ σπουδάσουσα πάντα τὰ λυσιτελῆ καὶ ψυχωφελῆ
[…] δικαίων ὑπὲρ πᾶσαν ἀρετὴν ἣν ἐπέχει ὀρέγεται διατελεῖν
[…]μενη καὶ ἐγὼ τοῦτο σαφῶς ἐπιστάμενος ἀόκνως πρόσειμι
[…]τοῖς ἀνεπάφοις ὑμῶν ἴχνεσι τὸ κατʼ ἐμὲ πρᾶγμα διδάσκων ἐν τούτοις
ἔχον Μηνᾶς ὁ λαμπρότατος σκρινιάριος καὶ παγάρχης τῆς Ἀνταίου ὡς ἴστε πλεονεξίαν[…] βλάβας μου καὶ θλίψεις καὶ στενοχωρίας ἃς ὑπέμεινα ἐνταῦθα
[…]συνεχόμενος τῇ ἀπορίᾳ καὶ πενίᾳ παλαιῶν ἐφʼ ὅ τι ὁ βοηθὸς
Κῦροςτῆς κώμηςΦθλᾶ μετὰ τῶν ταύτης ποιμένων καρποῦνται τὰς ἄρουράς
μουἐν τῷ πεδίῳ Πιασε τῆς αὐτῆς κώμης ἄνευ ἐκφορίων καὶ δημοσίων καὶ
τὴν συντέλειαν τούτων ἐάσας ἐνεπιτετραμμένην μοι. ἀδίκως ἐπὶ γὰρ τῆς προηγησαμένηςἀρχῆς[…] τοῦ τῆς ἐνδόξου μνήμης ἀραβάρχου πολλὰς δυσφημίας καὶ
[…] τούτου ἐποίουν καὶ παρέθετό μοι αὐτῷ ἡ μεγαλοπρεπὴς
[…]καὶ αὐτὸς ὁ δοὺξ τότε τῷ εἰρημένῳ κελεύσαντες ἀνδρὶ τοῦτο
[…]ενως ἄρα αὐτός ἐστιν ὁ οἰκειούμενος τὰ γενήματα ἑαυτῷ
[…]τοῖς ἐμοῖς ἀνθρώποις οἱ ποιμένες ἐκεῖνοι. πρὸς δὲ τοῖς ἀνυποίστοις
τούτοις καὶ[…]ἀδικήμασι κατέσχεν τὸν ἐμὸν υἱὸν ὑπὲρ ἀλλοτρίων δημοσίων
[…]ἐλάσσωμα περὶ τούτων. ὁ γὰρ εἰρημένος Μηνᾶς φρεναπάτης γενάμενος
[…]ν Ευϩαν Ἀπολλὼν τὸν ἄνδρα τῆς ἐμῆς ἀδελφῆς ακοντα
[…]πρωτοκωμήτην Ἀφροδίτης κώμης ποιήσασθαι καὶ τούτου ἕνεκα ἀρέσκειν αὐτῷ
[…] ὑπʼ αὐτὸν τῆς κώμης πρωτοκωμήτης κακῷ καὶ βιαίῳ
[…]καὶ ἐπορθήθη ἡμεραίᾳ ἡ αὐτοῦ οἰκία παρά τε τῶν λῃστῶν καὶ
τῶν παγανῶν καὶ τῶν σὺν τούτοις ποιμένων καὶ τῶν ἀπὸ τῆς κώμης ὅλων οἰκητόρων ἐν αὐτῇ
[…]ἀναιρέσεως καὶ οὐ μόνον ὅτι οὐκ ηὐεργέτησεν τοὺς νηπίους τούτου ταλαιπώρους
καὶ ἀφήλικας υἱοὺς τοὺς συνελθόντας εἰς ἐσχάτην πενίαν καὶ τοῦ ἄρτου ἔνδειαν ἀλλὰ καὶ τοὺς φονίους
[…]τὰκτήματα αὐτοῦ σπείραντας μισθωτὰς καὶ ποιμένας μετὰ τὴν αὐτοῦ ἀναίρεσιν
[…] τοῦ υἱοῦ μου μηδὲν τοῦ Ἀπολλῶτος παντελῶς μεταχειριζομένου καίτοι γε
[…]ὀφείλει ἀπολυθῆναι τοῖς ταλαιπώροις αὐτοῦ καὶ ἀφήλιξι υἱοῖς καθότι
[… ? lines lost …]
[v]
† χμγ
[…]…ήθησαν τὸν πατέρα αὐτῶν καὶ διαρπαγὴν καὶ σάθρωσιν
[…]…το ὑπέστησαν καὶ κτηναφαίρεσιν ὡς ἂν εἴπῃς πλέον
τῶν βαρβαρωθέντων τόπων ἐλεηλατήθησαν πορθήθεντες ὅπερ ἐστὶ πικρώτατον
[…]διὰ τῆς βασιλικῆς προστάξεως ἀνῃρέθη ἄνθρωπός ποτε ταμιευθεὶς
[…]…ενος ἀναιρεῖται. ὁ δὲ ἀπερίστατος καὶ ἄθλιος τὰ δύο κακὰ
[…]…. διὸ παρακαλῶ καθϊκετεύων τὸν ἀγαθὸν δεσπότην
μου καὶ ἐνορκίζων κατὰ τῆς ἀενάου θεοῦ σωτηρίας καὶ τῆς τῶν ὑμετέρων λαμπροτάτων τέκνων
[…]καὶ τῆς παναρίστης αὐτῶν μητρὸς καὶ κύρας καὶ τῆς ὑπερβαλλούσης
ὑμῶν ἐξουσίας εἰ παρασταίη διὰ τὸν Θεὸν ἱκανῶς προστάξαι γραφῆναι τῷ εἰρημένῳ
Μηνᾷἀποστῆναι ἀπὸ τοῦ υἱοῦ μου καὶ τῆς κατʼ αὐτοῦ ὀχλήσεως ὑπʼ Ἀπολλῶτος
[…]χωρησο… εἰ βούλεται κα δημόσια τῶν σπειράντων τὰ κτήματα
αὐτοῦ[…] καταθεὶς βασιλεὺς οὐ πρὸς ἀνθρώπους ὑπὲρ ἀλλῶν ἤγουν
[…]…θῆναι τὰ χωρία Ἀπολλῶτος καιροῦ καλοῦντος καὶ πληρωθῆναι
[…]…α…εται. ἤκουον γὰρ Ἀπολλῶτος ἐνταῦθα γεναμένου μετὰ τοῦ
[…]… πρὶν αὐτὸν ὑπεισϊέναι τὴν πρωτοκωμητίαν ὅτι τὰ δημόσια
[…]ἰδικῶς παρέχω τῷ κυρίῳ Μηνᾷ καὶ οὐ τῷ βοηθῷ Ἀφροδίτης
[…]τ Ἀφθόνιον εἶδον ἐκεῖνον κατατρύχοντα τοὺς ἐμοὺς
ἀνθρώπους[…] ἐκ τούτου ᾔτησα τὸν πάγαρχον ἀλλότριον τὸν βοηθὸν
[…]χρυσικὰ δημόσια. εἰ δὲ ὅτε ἐπορθήθη ἡ οἰκία αὐτοῦ τὰ ἐντάγια ἐλήμφθησαν
[…] πράγματα ἐγὼ ἀγνοῶ, ὅρκος δὲ ἐπὶ τούτῳ προβήσεται
[…] τὸν ἀναίτιονμου υἱὸν ἀλόγως ἐπηρεασθῆναι ὑπὲρ ξένων
[…]ὑπὲρ αὐτῶν λαβόντα ἀπείρατα μέγιστα ὑπερεύξομαι τούτου τυχὼν
[…]τα[…]… ὑπὲρ σωτηρίας καὶ διαμονῆς ὑμῶν τε καὶ τῶν λαμπροτάτων ὑμῶν τέκνων
[…] δέσποτα. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.