no image
DDbDP-text
Petition to the Dux via HGV-meta
Linked by Trismegistos ID
TM 19695.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
†
† διδάσκω τὴν ὑμέτεραν ἔνδοξον ὑπερφυΐαν ὡς ὁ τῆς
μακαρίας μνήμης ἐμὸς πατὴρ ἔτι περιὼν καταλέλοιπεν τὴν
ἐμὴν ἐλεεινότητα μικρὴν ἄγοντα τὴν ἡλικίαν και τὸν μονήρη
εἵλατο βίον ἀπὸ ἐκδίκων τυγχάνων τῆς Ἀνταιοπολιτῶν
καὶ ἀφῆκέν με ἔκτοτε τῷ θείῳ μου κατὰ μητέρα καὶ τὰ
ἐλάχιστά μου πράγματα, μετέπειτα δὲ γενόμενον ἐν ἡλικίᾳ
συνήψατο με ὁ αὐτὸς πενθερίδης μου τῇ αὐτοῦ θυγατρὶ καὶ
φανερὰ πράγματα κατὰ τὸ προσῆκον τῆς αὐτοῦ ὑποστάσεως
κατὰ προικιμαῖον συμβόλαιον ἐμοὶ ἐχαρίσατο ἅμα τῇ αὐτοῦ
θυγατρὶ καὶ ταῦτα ἀφορίσας πρὸ ἱκανοῦ τοῦ χρόνου
καὶ ἐπὶ νομῆς γεγένηται καὶ δεσποτείας τῆς ἐμῆς μετὰ τῆς
τούτων προσόδου οἴκαδε ἀνεχώρησα μετὰ τῆς αὐτοῦ θυγατρός.
αὐτοῦ δὲ τοῦ προαφηγηθέντος ἐμοῦ πενθεροῦ Κολλούθου
Βίκτορος Ἰσίωνος ὀνόματι νόσῳ βαρυτάτῃ περιπεπτωκότος, φημὶ δὴ τῇ πεφλεγμένῃ ποδαλγίᾳ
ἐν ᾗ καὶ ἡμιθανὴς κατέστη καὶ ἄπρακτος παντελῶς ὥστε
αὐτὸν δεῖσθαι τῆς ἀναγκαίας τροφῆς μετὰ τῶν αὐτοῦ
παιδαρίων μὴ ἔχοντα παντοῖον ἐπιμελητὴν καὶ
κηδεμόνα τῶν ἐλαχίστων αὐτοῦ πραγμάτων, εἰκὸς ὅτι
ἡ τούτων ἐκ περιττοῦ στερρωτάτη ὄχλησις πρόσκειται
αὐτῷ ἀδιαλείπτως μετʼ ἐπήρειας καὶ διαστροφῆς τῶν
δημοσίων πρακτόρων ὥστε αὐτὸν πρὸ καιροῦ τὸν
θάνατον ἐπικαλέσαι ἀποβλεπόντα τὰ στενὰ πανταχῇ
τοῦ τε σώματος τῆς συνεχούσης αὐτὸν φοβερωτάτης
ἀνωμαλίας, τῆς δὲ ψυχῆς πνιγηρᾶς θλίψεωςκαὶ
λιμώξεως αὐτοῦ, πρὸς δὲ τούτοις καὶ τῆς περὶ ἔξωθεν
μάχης τῆς τῶν δημοσίων ὀχλήσεως καὶ τῆς
καὶ τούτων ἀπορίας τέλος διανοηθεὶς ἠναγκάσθη τὰ
πλεῖστα τῶν κτημάτων αὐτοῦ καταγράψαι καὶ ἐκποιῆσαι
Πέτρῳ τῷ λαμπροτάτῳ καὶ περιβλέπτῳ σκρινιαρίῳ
τιμῆς τῆς ἀρεσθείσης καὶ δοξάσης μεταξὺ αὐτῶν
[v]
☧ ὀφείλοντι τῷ προρηθέντι καὶ ἠγορακότι τὴν
ἐνελκομένην τοῖς αὐτῷ πραθεῖσι κτήμασι βασιλικὴν
καὶ δημοσίαν συντέλειαν ἀνελλιπῶς εἰσφέρειν τῷ
δημοσίῳ λόγῳ κατʼ ἔτος ἀκολούθως ταῖς γεναμέναις
αὐτῷ ὠνιακαῖς συνγραφαῖς παρὰ τοῦ ἐμοῦ πενθερίδου
καὶ τῇ δυνάμει τοῦ ἐπιστάλματος αὐτοῦ ἤτοι κουφισμοῦ μεθʼ ὑπογραφῆς τοῦ …τουχου
διʼ ἣν καὶ ἐπέστειλεν περιόντος δὲ αὐτοῦ ……[…]
τῷ δημοσίῳ λόγῳ καὶ …ασμενως παρεσχόντος ……
ἓξ ἐνιαυτοὺς φανερὸν χρόνον ἤδη διαγενάμενον. ἀρτίως δὲ
οὐκ οἶδα πόθεν καιροτηρήσας τὴν συμφωνικὴν[…]
ε………τορα γεγονότα καὶ ἀσυγγενιστότατα
ἐπέφθη ὁ προλεχθεὶς περίβλεπτος ἀνὴρ τυραννίδι
ἐπερειδόμενος τοῖς ἐλαχίστοις καὶ διακεχωρισμένοις
ἐμοὶ πρὸ ἱκανοῦ τοῦ χρόνου προικιμαίοις πράγμασι
βουλόμενος ἀλλὴν ἐπιθεῖναί μοι συντέλειαν εἰς ἀνατροπὴν
ἐμὴν τέλειαν καὶ ἔνδειαν ἄρτου μεθʼ ὃ κουφισμὸν ἐν ταγῇ
διέθετο τῷ ἐμῷ πενθερίδῃ ἐγγράφως ὃ καὶ μεταχειρίζομαι ἐξ οὗ
ὡμολόγησεν ἀνελλιπῶς εἰσπρᾶξαι τῷ δημοσίῳ λόγῳ καθʼ ἕκαστον
ἔτος τοὺς τῶν εἰρημένων καὶ πραθέντων αὐτῷ πραγμάτων δημοσίους βασιλικοὺς
φόρους ἀκολούθως ταῖς γεναμέναις αὐτῷ ἐγγράφως
ὠνιακαῖς συγγραφαῖς καὶ ἐπειδήπερ ἀλλὴν ἐλπίδα
καὶ καταφυγὴν οὐκ ἔχω μετὰ τὸν Θεὸν τὸν τῆς ψυχῆς μου
κύριον πρόσειμι τοῖς εὐκλέεσι ὑμῶν ἴχνεσι κυλινδούμενος
καθϊκετεύων τὴν ὑπερφυῆ ὑμῶν φιλανθρωπίαν
ἣν ὁ πανοικτιστὴς Θεὸς καὶ ὁ θειότατος καὶ οἰκουμενικὸς
δεσπότης ἡμῶν βασιλεὺς ἐχαρίσατο τῇ πανταθλίᾳ ταύτῃ χώρᾳ
καὶ τοῖς ἐνοικοῦσι δῶρον μέγιστον ἅτε εὔβουλον εἰς τὸ
τὰ πικρὰ Θηβαίων ἀδικήματα ἀναστεῖλαι εἰ παρασταίη
προστάξαι ἱκανῶς μηδεμίαν πάροδον τοῦ προρηθέντος
περιβλέπτου ἀνδρὸς γενέσθαι μοι περὶ τούτου μηδὲ
καινοτομίαν ἄδικον ἣν ἐπιβουλεύει ἐμοὶ προσθέσθαι
παρὰ τὸ προσῆκον ἐκ δυναστείας βιαίως ὅπως ἐν τούτῳ
ἀπολαύομαι τῆς ὑμέτερας δικαιοσύνης καὶ πάντοτε
ὑπερεύξομαι τῷ πανεπόπτῃ Θεῷ καὶ δικαίῳ μόνῳ
κρίτῃ τῷ ὄντι πατρὶ τῶν ὀρφανῶν πλουσίᾳ χειρὶ τὰ ὑμέτερα
ὑμῖν ἀντεισάξαι μυριαντοπλασίαις ἀμοιβαῖς ὑπὲρ τῆσδε
τῆς εἰς ἐμὲ γεναμένης ἐν τούτῳ ἐπικουρίας
[r,msup]
περὶ ἧς ὑμᾶς ἐξορκίζω κατὰ τῆς ἀθανάτου κορυφῆς καὶ αὐτοῦ τοῦ δεσπότου ἡμῶν
βασιλέως καὶ τῆς ὑμῶν σωτηρίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.