Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.cair.masp.2.67159trpl 16. Dez. 568Antinoopolis

Contrat d’association via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 18915. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου, Χοιὰκ εἰκάδι δευτέρας ἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἑαυτοὺς τὴν ἀντισύγγραφον κοινὴν δισσὴν ὁμολογίαν, ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις· ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Δανιῆλις ἐκ πατρὸς Ἰωσηφίου, ἐκ μητρὸς Θέκλας, λεπτουργὸς τέκτων τῇ τέχνῃ, ὁρμώμενος ἀπὸ ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, ἐκ δὲ θατέρου μέρους Αὐρήλιος Βίκτωρ υἱὸς Φιλήμμωνος, ἐκ μητρὸς Μαρίας, καὶ αὐτὸς τῆς αὐτῆς τέχνης συνκείμενος, ἀπὸ ταύτης τῆς Ἀντινοέων πόλεως, καταγόμενοι ἀλλήλοις τὰ ὑποτεταγμένα, χαίρειν. ὁμολογοῦμεν κοινῇ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει, συνεργάζεσθαι ἀλλήλοις εἰς τὴν ἡμῶν τῆς λεπτουργίας τεκτονικὴν τέχνην, διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ὁμολογίας, ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης συναρπαγῆς τε καὶ περιγραφῆς κατὰ νόμους, ἑτοίμως ἔχειν ἡμεῖς οἱ προγεγραμμένοι ἄνδρες τέκτονες, ἀπὸ τῆς σήμερον καὶ προτεταγμένης ἡμέρας, ἥτις ἐστὶν τοῦ μηνὸς Χοιὰκ εἰκὰς ἡμέρα τῆς παρούσης δευτέρας ἐπινεμήσεως, μέχρι περαιώσεως ἑνὸς καὶ μόνου ἐνιαυσιαίου χρόνου, ψηφιζομένου τοῦ αὐτοῦ χρόνου ἀπὸ τῆς προειρημένης ἡμέρας, ἐφʼ ᾧ ἡμᾶς, δίχα πάσης ῥᾳδιουργίας, ἀμέμπτως καὶ ἀκαταγνώστως, συνομονοεῖν ἀλλήλοις καὶ συνκαμεῖν καὶ συνπνεῖν εἰς πάντα τὰ ἁρμόττοντα ἔργα τῇ ἡμῶν τέχνῃ, μετὰ πάσης ὑποταγῆς καὶ ὑπακοῆς παρʼ ἀλλήλων εἰς ἀλλήλους ἐν ἅπασι καλοῖς καὶ ὠφελίμοις ἔργοις τε καὶ λόγοις ἀμέμπτως καὶ ἀκαταφρονήτως, δίχα πάσης ῥᾳδιουργίας καὶ γογγυσμοῦ καὶ ὑπερθέσεως καὶ ἀναβολῆς ἔργων διόλου, εἰς πάντα τὰ ἐπιταττόμενα ἡμῖν ἢ καὶ προσταχθησόμενα παρʼ οἵου δήποτε ἀνθρώπου λόγῳ ἐργοχείρου ἐπιταγῆς, ὥστε ἡμᾶς πάντα ποιῆσαι καὶ ἐκτελέσαι μεθʼ ὑγιοῦς τῆς πίστεως, καὶ ἀποκαταστῆσαι τοῖς ἰδίοις ἀβλαβῶς, καὶ τοὺς μισθοὺς ἱκανῶς ἀπολαμβάνειν καὶ διαμερίσασθαι εἰς ἑαυτοὺς τούτους κοινῇ ἐφʼ ἡμίσείας μερισμοῦ, δίχα πάσης κλοπῆς καὶ ἀποστασίας· μὴ δυναμένου τινὸς ἡμῶν μήτε δυνησομένου ἀποστῆναι τῆς ἐμπιπτούσης ἡμῖν ἐργασίας καθʼ οἷον δήποτε χρόνον ἢ καιρὸν ἢ ἡμέραν, καὶ ὑπερθέσθαι καὶ προφάσεις ἐπανατεῖναι καὶ τοῦ ἔργου καταφρονήσειν καὶ εἰ ἀποσταίη τις παρὰ ταῦτα τὰ συντεταγμένα σύμφωνα ὑπερβῆναι, καὶ μὴ δικαίως ἐξακολουθῆσαι τῷ ἐπίοντι ἔργῳ καθʼ ἑκάστην Θεοῦ βουλομένου, δίχα νοσήματος, παρέξει τὸ παραβαῖνον μέρος ὑπὲρἀμελείας χρυσοῦ νομίσματα τέσσαρα . καὶ εἰ ἀποσταίη τοῦ ἔργου πρὸ συμπληρώσεως τοῦ ἐνιαυτοῦ, τὸ αὐτὸ πρόστιμον ἐπιγινώσκειν δίχα κρίσεως καὶ δίκης καὶ οἵας δήποτε εὑρησιλογίας καὶ παραγραφῆς νόμου, ὑποκειμένων ἀλλήλοις εἰς τοῦτο καὶ εἰς πάντα τὰ προγεγραμμένα πάντων ἡμῶν τῶν ἡμῖν ὄντων καὶ ἐσομένων πραγμάτων, κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, εἰς ἀποπλήρωσιν πάντων μέχρι τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ. καὶ ἐφʼ ἅπαντα τὰ προγεγραμμένα σύμφωνα ἐπερωτηθέντες παρʼ ἀλλήλων καὶ ἀλλήλους ἐπερωτήσαντες καὶ εἰς πέρας ἄγειν ὡμολογήσαμεν †

Connections

Found at Antinoöpolis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.