no image
DDbDP-text
Contrat d’association via HGV-meta
Linked by Trismegistos ID
TM 18914.
Each record below describes this same artifact or text from a different angle.
† χμγ
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους
τρίτου, Παχὼν τρίτῃ ἀρξομένης δευτέρας ἐπινεμήσεως κατὰ θεῖον νεῦμα. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ.
ταύτην ποιοῦνται καὶ τίθενται πρὸς ἀλλήλους τὴν παροῦσαν ἁπλῆν ἔγγραφον κοινὴν ὁμολογίαν κατὰ κοινὴν
γνώμην καὶ ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ οἵας δήποτε συναρπαγῆς τε καὶ περιγραφῆς, ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις, ἐκ μὲν ἑνὸς μέρους Αὐρήλιος
Ψόϊς υἱὸς Ἰσακίου, ἐκ μητρὸς Μαρίας, τέκτων λεπτουργός, ὁρμώμενος ἀπὸ ταύτης τῆς λαμπρᾶς Ἀντινοέων πόλεως,
ἐκ δὲ θατέρου μέρους Αὐρήλιος Ἰωσῆφις ὁ καὶ Πεκῦσις, υἱὸς Παύλου, μετὰ συνεστώσης καὶ συνευδοκούσης καὶ συνπειθομένης
αὐτῷ τῆς αὐτοῦ γαμετῆς Αὐρηλίας Τικολλούθου, θυγατρὸς Ὡρουωγχίου, ἐκ μητρὸς Παυλίνης, γαμετῆς συμβίου αὐτοῦ, τῆς καὶ συναινούσης
αὐτῷ ἐπὶ ταύτῃ τῇαὐτοῦ ὁμολογίᾳ ἐγγράφῳ ἀκολούθως τῇ δυνάμει αὐτῆς ἐκ παντὸς τρόπου. καὶ ὁμολογοῦσιν ἀλλήλοις οἱ ἀφʼ ἑκατέρου
μέρους τὰ ὑποτεταγμένα χαίρειν. ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Ψόϊς Ἰσακίου λεπτουργὸς καὶ ἀνὴρ τυγχάνων τῆς θυγατρὸς Ἰωσηφίου
καὶ Τικολλούθου τῶν συνκοινωνῶν μου τῇ τοῦ Θεοῦ προνοίᾳ καὶ συμπραγματευτῶν μου, καὶ ἐγὼ αὐτὸς Ἰωσῆφις ὁ προρηθείς,
μετὰ συνεστώσης τῆς συνούσης καὶ συναινούσης μοι γαμετῆς εἰς ταύτην τὴν κοινὴν καὶ ἔγγραφον ἀπαράβατον ὁμολογίαν,
ἑκουσίως τε καὶ κοινῇ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει, συνεργάζεσθαι ἀλλήλοις εἰς τὴν κοινὴν ἡμῶν πραγματείαν, καὶ
πάντων τῶν συμβησομένων ἡμῖν ἐμποιῆσαι ὠνίων διάπρασιν κατὰ κοινὴν πειθαρχίαν καὶ βουλὴν καὶ συναίνεσιν ποιήσασθαι,
δίχα πάσης ῥᾳδιουργίας καὶ μέμψεως καὶ καταφρονήσεως καὶ οἵας δήποτε ὀκνηρίας, ἐνδέξασθαί τε ἀλλήλοις πρόθεσιν μετὰ
προαιρέσεως συγκάμνοντες, καὶ συμπνεῖν ὁμοθυμαδὸν ὡς ἐκ μιᾶς ψυχῆς καὶ θάρσους ἰσχύος καματηρῶν ἐξ ἴσου
πάντων τῶν ἐργαστηριακῶν καὶ πραγματευτῶν ταύτης τῆς πόλεως ἡμῶν Ἀντινόου, καὶ ὑπακούειν ἀλλήλοις ἐν πᾶσι
καλοῖς καὶὠφελίμοις ἔργοις καὶ λόγοις, χωρὶς ἀντιλογίας οἵας δήποτε καὶ ἀντιπαθείας καὶ ὕβρεως, καὶ τὸ εἰσοδευόμενον
ἡμῖν ἀπὸ παντὸς κοινωφελοῦς ἡμῶν ἐκ τῆς ἐργασίας κέρδος ἐξ οἵου δήποτε πράγματος καὶ ἐργοχείρου εἶναι ἐξ ἰσομοιρίας
ἡμῖν κατὰ τὸ ἥμισυ μέρος, μετὰ τὴν ἀποπλήρωσιν τῆς μεταξὺ ἡμῶν οὔσης μέντοι προχρείας, καὶ τήν, ὅπερ ὡσαύτως ἀπείη, ἐσομένην
ζημίαν ἐξ ὁμοίουτρόπου ἐξ ἴσης ἡμίσειας μοίρας ἀπολογήσασθαι. οὐδὲν ἧττον, εἰ ἐθελήσοιμεν ἀποστῆναι τῆς κοινῆς μετʼ ἀλλήλων ἐργασίας,
ἑτοίμως ἔχειντὰ δάνεια τοῦ ὄπιθεν χρόνου, τὰ γενάμενα ἡμῖν κοινῶς πραγματευομένοις, ἐπιγνῶναι κατὰ τὸ αὐτὸ ἥμισυ μέρος
ἐξ ἰσομοιρίας, ἐφʼ ὅ τε ἐν μιᾷ ἐργασίᾳ καὶ εὐζωΐᾳ κοινῇ μετʼ ἀλλήλων διήξαμεν τὸν κατʼ ἐκεῖνο καιροῦ χρόνον· καὶ οὐ δύνατόν τινι
ἡμῶν περὶτούτου ἀμφιβάλλειν ποτέ, μάλιστα ἐμε Ψόϊν τὸν ὑμέτερον γαμβρόν, ἐπὶ προσδοκίας ἔχοντα, εἰ τῷ θεῷ δόξειεν εἶναι,
τόν τε κληρονόμον καὶ διάδοχον ὑμῶν λήμψεως καὶ δόσεως ὑπὲρ ὑμῶν γενέσθαι, μετὰ τὴν ὑμῶν ἀποβίωσιν. καὶ σὺν Θεῷ ἐν μιᾷ
ἐργασίᾳ γενησόμεθα καὶ βίωσει μετʼ ἀλλήλων μεθʼ ὁμονοίας ἔργου, ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶν τρίτη τοῦ
Παχὼν μηνὸς τῆς ἀρξομένης κατʼ Αἰγυπτίους δευτέρας ἐπινεμήσεως, ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα προσελαύνοντα χρόνον, ἀμέμπτως καὶ
ἀκαταγνώστως. καὶ εἰς ἀσφάλειαν πάντων τῶν προδιομολογηθέντων παρʼ ἡμῶν, ἐπωμοσάμεθα τὸν φρικωδέστατον ὅρκον ἐν οὐδενὶ μὴ παραβῆναι, καὶ πρόστιμον
κατὰ τοῦ παραβαίνειν ἐπιχειρήσοντος ἐπικεῖσθαι χρυσοῦ νομισματίων ἓξ εὐστάθμων καταβληθῆναι, ὥστε ταύτα τῷ ἐμμένοντι καὶ στοιχοῦντι μέρει ἐξ ἐπερωτήσεως
δοθῆναι, μετὰ καὶ τοῦ αὐτὸν τὸν παραβάτην ἄκοντα ἐμμεῖναι τοῖς ἐγγεγραμμένοις συμφώνοις· ἐφʼ οἷς ἐρωτηθέντες παρʼ ἀλλήλων καὶ ἀλλήλους ἐπερωτήσαντες ταύθʼ οὕτως ἔχειν δώσειν
φυλάττειν ὡμολογήσαμεν, ὑποθέμενοι δὲ καὶ ἀλλήλοις εἰς ταῦτα πάντα τά τε νῦν ὄντα ἡμῖν καὶ ἐσόμενα πράγματα, γενικῶς καὶ ἰδικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.