no image
DDbDP-text
Contract of collect taxes via HGV-meta
Linked by Trismegistos ID
TM 19677.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]τῆς εἰρημένης κώμης ταύτην τὴν ὁμολογίαν[…]
† ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἤτοι ὁμολογίας
ἑκουσίως καὶ πεπεισμένος ἑτοίμως ἔχειν κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐνούσης μοι
ὑπάρξεως γενικῶς καὶ ἰδικῶς τὸ ἀνενόχλητον καὶ τὸ ἀζήμιον καὶ τὸ ἀβλαβὲς
φυλάξαι σοι ἀπὸ παντὸς προσ…[…]κ[…]τῶν μεγαλοπρεπεστάτων κοινῶν
δεσποτῶν παγάρχων Ἰουλιανοῦ τοῦ μεγαλοπρεπεστάτου ἀπὸ ἀρχόντων
καὶ τῆς ἐνδοξοτάτης Πατρικίας διὰ τοῦ λαμπροτάτου κυρίου Μηνᾶ αὐτῆς διοικητοῦ καὶ
παγάρχου εἴτε περὶ τῶν εἰρημένων δημοσίων καὶ τῆς αἰσίας ἐμβολῆς
καὶ τῆς εὐμενείας εἴτε πάλιν καὶ περὶ τῆς ἀναλισκομένης ῥόγας καὶ
ἑτέρας ζημίας προφάσει τῆς εἰρημένης κώμης Φθλᾶ ἐπὶ τῷ ἐμὲ
ποιῆσαι καὶ πληρῶσαι τὴν χώραν σοῦ ἐν ἅπασι καὶ πᾶν εισοδ…ε…
κέρδος τῶν ἐμοὶ πιπτόντων λαβεῖν καὶ συνάξαι ἀγρυπνίστως καὶ καταβαλεῖν
εἰς ταύτας καὶ ἐνεγκεῖν ὑμῖν τὸν λόγον ἑκάστου κεφαλαίου καὶ ἑκάστης
ἀποδόσεως καὶ μηδὲν ἀποκρύψαι ἄχρι ἑνὸς κερατίου, οὐ μὴν ἄλλα
καὶ φρικτὸν ὅρκον περὶ τούτου παρασχεῖν ὑμῖν ἐν οἷς βούλεσθε
ἁγίοις τόποις, εἰ δὲ συμβαίη ὑπολιπέσθαι οἷόν τι παντελῶς μετὰ τὴν
ἀποπλήρωσιν τῶν ὡς εἴρηται δημοσίων τε καὶ ἑτέρων κεφαλαίων
καὶ δαπανημάτων καθὰ προεῖπον ἐπὶ τῷ ἐν πᾶσι κοινωνεῖν
καὶ συμμετέχειν σοι εἰς τὸ ἐπιβάλλον σοι μέρος κατὰ τὸ ἥμισυ καὶ
κινδυνεῦσαι ὡς πᾶσαν λογοποιίαν θέσθαι καὶ ἀποπλήρωσιν τῶν
εἰρημένων δημοσίων καὶ ἑτέρων δομάτων ἐγγὺς τῶν προλεχθέντων
παγάρχων καὶ τρακτευτῶν αὐτῶν αποπ[…] ὄντος ὑπὲρ τοῦ
ἀνήκοντος τῇ εἰρημένῃ ὑπὲρ δημοσίου τε καὶ ἀναλώματος,
ὁμολογῶν δὲ καὶ τοῦτο μὴ συγχωρῆσαι οἵαν δήποτε κίνησιν
ἢ καὶ δυσφημίαν γενέσθαι καθʼ ὑμῶν ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίου,
ἀλλὰ προσέχειν πάσῃ τῇ κώμῃ ἐν τῇ τῶν εἰρημένων δικαίων προνομείᾳ
καὶ ἂν ὑμῶν ὄντων ἐν τῇ κώμῃ καὶ ἂν καὶ ἐπὶ ξένης ὡς ἐκ προσώπου
ὑμῶν πράττων καὶ μηδὲν κατὰ δόλον πρᾶξαι ἢ κατὰ ἀμέλειαν, ἀλλὰ
πάντα ἐκτελέσαι μετὰ ἀγρυπνίας καὶ ἀκριβείας καὶ σπουδῆς καὶ ἐφʼ ᾧ
εἴ ποτε ἐλλεχθείην μετὰ τὸ ἐμὲ τὸν εἰρημένον θεῖον ὅρκον ἐν τοῖς ἁγίοις
τόποις ἀποθέσθαι δόλον τινὰ διαπραξάμενος ἄχρι ἑνὸς κερατίου ἐπὶ τῷ ἐμὲ
ἐν διπλῷ ὑμῖν ἐπιγνῶναι καὶ ἔνοχος ἔσομαι τῷ θείῳ ὅρκῳ καὶ τὸ περὶ τοῦτο
ἐπηρτημένῳ κινδύνῳ συνεχόμενος καὶ προσεπὶ πᾶσι τοῖς προγεγραμμένοις
συμφώνοις τε καὶ ὁμολογήμασι ἐπομνύμενος τόν τε παντοκράτορα Θεὸν
καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ τὰ πάντα νικῶντος δεσπότου τῆς οἰκουμένης
Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ταύτην τὴν ὁμολογίαν διαφυλάξαι
σοι διὰ παντὸς ἀρραγῆ καὶ ἀσάλευτον καὶ ἀμεταμέλητον καὶ ἀμετανάτρεπτον
εἶναι, ἀλλὰ κυρίαν δύναμιν ἔχειν καὶ ἰσχὺν βεβαίαν ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας
προφερομένην ἥνπερ ἁπλῆν ἐπέταξα γραφῆναι καὶ ὑπογραφῆναι
χειρὶ ἐμῇ καὶ συνηθῶν μαρτύρων κατὰ νόμους. εἰ δὲ καὶ θελήσω παραβῆναι
καὶ μὴ ἐμμεῖναι τοῖς προδεδηλωμένοις συμφώνοις ὁμολογῶ
διδόναι ὑμῖν λόγῳ προστίμου ἐξεπερωτήσεως καὶ παραβάσεως χρυσοῦ
οὐγκίας ἓξ ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ὑποκειμένων ὑμῖν εἰς πάντα
τὰ ἐγγεγραμμένα καὶ εἰς μέρος αὐτῶν καὶ κεφάλαιον καὶ εἰς τὴν
ἔκτισιν τοῦ προστίμου πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων
πραγμάτων ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης
δικαίῳ καθάπερ ἐκ δίκης καὶ ἐφʼ ἅπασι τοῖς ἐγγεγραμμένοις
ἐπερωτηθεὶς ὡμολόγησα. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.