no image
DDbDP-text
Contract via APIS-papyrus
Linked by Trismegistos ID
TM 18996.
Each record below describes this same artifact or text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου δεσπότου ἡμῶν Φλαυίου
Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος
ἔτους εἰκοστοῦ πέμπτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλίου
τοῦ λαμπροτάτου ἔτους δεκάτου, τῇ πρὸ πέντε εἰδῶν Ἰουλίου
ἰνδικτίονος τεσσαρεσκαιδεκάτης, ἐν τῇ λαμπρᾷ καὶ ἐνδόξῳ Φλαυίου Κωνσταντίνου
πόλει Ῥώμῃ· τάσδε τὰς ἀντισυγγράφους ὁμολογίας καὶ
συνθήκας πρὸς ἀλλήλους δίχα δόλου καὶ βίας καὶ ἀπάτης
καὶ ἀνάγκης καὶ πάσης περιγραφῆς, ἑκούσῃ γνώμῃ καὶ
αὐθαιρέτῳ προαιρέσει· ἐκ μὲν τοῦ ἑνὸς μέρους Διόσκορος
Ἀπολλῶτος καὶ Καλλίνικος Βίκτορος καὶ Ἀπολλῶς Ἰωάννου
καὶ Κῦρος Βίκτορος διὰ Σενούθου Ἀπολλῶτος ποιουμένου τὴν
χώραν αὐτοῦ ἀπόντος, ὁρμώμενοι ἅπαντες ἀπὸ κώμης
καλουμένης Ἀφροδιτῶν τοῦ Ἀνταιοπολείτου νομοῦ τῆς Θηβαίων
ἐπαρχείας, ἐκ δὲ τοῦ ἑτέρου μέρους Φλαύιος Παλλάδιος ὁ λαμπρότατος
κόμης τοῦ θείου κωνσιστωρίου, υἱὸς Ἰωάννου τοῦ τῆς μακαρίας
μνήμης καὶ Ἐπίγονος ὁ λαμπρότατος κόμης, ἀμφότεροι μὲν[…]
ὁρμώμενοι ἐκ τῆς Λεοντίου λαμπροτάτης πόλεως τῆς πρώτης
Καππαδοκῶν ἐπαρχείας, τὰ δὲ νεωστὶ διάγοντες κατὰ ταύτην
τὴν βασιλίδα πόλιν καὶ ὁμολογοῦντες ἀλλήλοις ἐπὶ τοῖς ἑξῆς
δηλουμένοις συμφώνοις. καταλαβόντες ἐνταῦθα ἐπὶ ταύτης
τῆς βασιλευούσης, ἡμεῖς οἱ προγεγραμμένοι Διόσκορος καὶ
Ἀπολλῶς καὶ Καλλίνικος καὶ Κῦρος διʼ ἐμοῦ Σενούθου ποιουμένου
τὴν χώραν αὐτοῦ, θείαν ἐπορισάμεθα κέλευσιν κατὰ τῶν
ἀντιδίκων ἡμῶν τῶν περὶ Ἡράκλειον Ψαΐωτος καὶ λοιπῶν
ἀπὸ τῆς ἡμετέρας κώμης, ἔτι μὴν καὶ καθʼ οἵου δήποτε
προσώπου ἀποδεικνυμένου ἀκολούθως τῇ θείᾳ ἡμῖν
κελεύσει, καὶ δεηθέντες κατὰ νόμον πρα…τρος ἐκβιβαστοῦ
τοῦ πράγματος, παρακλήσεις προσενηνόχαμεν τῇ ὑμῶν
λαμπρότητι ἐπὶ Ἰουνίου μηνὸς τῆς ἀρτίως τεσσαρεσκαιδεκάτης
ἐπινεμήσεως, κατʼ Αἰγυπτίους δὲ πέντε καὶ δεκάτης,
ὥστε αὐτὴν σὺν Θεῷ παραγεινομένην τῇ Θηβαίων χώρᾳ
λαβεῖν τὴν εἰρημένην θείαν κέλευσιν ἤτοι τὸπορισθὲν
παρʼ ἡμῶν θεῖον ὑπομνηστικόν, καὶ ἐμφανίσασθαι τοῖς
κατὰ χώραν δικαστηρίοις, καὶ πᾶσαν εὔνοιαν καὶ σ…ρ…
καὶ ἔπειξιν καὶ ἀγρυπνίαν καὶ ἐκβιβασμὸν θέσθαιτῷ
ἡμετέρῳ πράγματι, ἕως οὗ πέρατι παραδοθήσεται ἡ δίκη
πρὸς πᾶσαν ἀπαλλαγὴν αὐτοῦ κατὰ δύναμιν τῆς αὐτῆς
θείας κελεύσεως, καὶ παρέξαι παρὰ τὸ δικαστήριον πάντα
τὰ ἐντεταγμένα πρόσωπα τῇ αὐτῇ κελεύσει ὑπὸ ἐγγύας
ἀσφαλεῖς, οὐ μὴν ἀλλὰ καὶ πάντα τὰ ἀποδεικνύμενα πρόσωπα
κατὰ τὴν δύναμιν τοῦ εἰρημένου τύπου, καὶ ἐκβιβάσαι
ἄχρι πέρατος δίκης, ἡμῶν μέντοι διδομένων τὰ ἐμφανιστικὰ
καὶ τὰ ἀναλώματα τῆς τάξεως, καὶ ἀπολαμβανόντων τὸ τέταρτον
μέρος πάντων τῶν ἐναγομένων προσώπων σπορτούλων,
τοῦ δὲ ἄλλου ἡμίσεως τετάρτου μέρους τῶν αὐτῶν σπορτούλων
στελλομένου τῇ ὑμετέρᾳ λαμπρότητι· τῶν δὲ ἐκβησομένων
ἐκ τῆς δίκης ἢ πρὸ δίκης ἔξεστι ἡμῖν λαβεῖν εἰς λόγονκέρδους
ὑπὲρ ζημιωμάτων ἡμῶν καὶ αὐτῶν τὸ ἥμισυ τέταρτον
μέρος, καὶ τῇ ὑμετέρᾳ λαμπρότητι τὸ ἄλλο τέταρτον, ὥστε εἶναι
τοῦτο ὑπέρ τε σκυλμοῦ καὶ κόπου καὶ ἀναλωμάτων αὐτῆς
ἤτοι καὶ τῶν προσηκόντων αὐτῇ παιδαρίων· καὶ μὴ δύνασθαι
αὐτὴν ἐν οὐδενὶ ἀμφιβάλλειν ἢ παραβῆναι τὰ προκείμενα
σύμφωνα, ἀλλʼ εἰς πέρας ἄξαι εὐλόγως καὶ σπουδαίως καὶ δικαίως
κατὰ πάντα ἐντρανῆ τρόπον, δίχα οἵας δήποτε προδοσίας
καὶ ῥᾳδιουργίας καὶ ὑπερθέσεως καὶ ἀναβολῆς καὶ μετεωρισμοῦ
καὶ χλεύης, ἑτοίμως ἔχοντες καὶ ἡμεῖς ὑπὸ λόγον προσεδρεῦσαι
τοῦ ἐνδοξοτάτου στρατηλάτου τῆς χώρας, καὶ τοῦ α………ου
ον ἂν προλήμψεται ἡμῖν ἀπʼ αὐτῶν ἡ ὑμετέρα λαμπρότης
ἕως ὅτε εἰς πέρας ἄχθη ἡ τοῦ καθʼ ἡμᾶς πράγματος δίκη
ἀμέμπτως καὶ ἀκαταγνώστως κα…ειδ ἐκβιβασμὸν
ποιήσασθαι καὶ ἐκδοῦναι τοῖς ἐναγομένοις τὸ βιβλίον
ἑτοίμως ἔχομεν κινδύνῳ ἡμῶν καὶ πόρῳ πα[…]
καὶ δίκας λέγειν. ἐγώ τε ὁ προλεχθεὶς λαμπρότατος Παλλάδιος
ἀνθομολογῶ ἑτοίμως ἔχειν ἐμμεῖναι τοῖς προδιορισθεῖσί μοι παρʼ ὑμῶν
συμφώνοις καὶ ὁμολογήμασιν, καὶ στέρξαι πάντα καὶ εἰς πέρας
ἄξαι καθʼ οἷον δήποτε προμνημονευθέντα παρʼ ὑμῶν
τρόπον δε……… προσεδρεῦσαι ἐν ταύταις ταῖς δύσι
ὁμολογίαις καὶ μὴ ἐν οὐδενὶ παραβῆναι …… ταῦτα
κατὰ τὴν δύναμιν τῆς πορισθείσης ὑμῖν θείας κελεύσεως,
ἀλλὰ μᾶλλον ἐκβιβάσαι πάντας τοὺς ὑμετέρους ἀντιδίκους
τοὺς ἐντεταγμένους καὶ ἀποδεικνυμένους ἐπὶ παντὶ κεφαλαίῳ
ἀνήκοντι ὑμῖν κατʼ αὐτῶν μέχρι
τῆς περαιώσεως τοῦ ὑμετέρου
πράγματος· καὶ προσεπὶ τούτοις, πρὸς σαφέστεραν καὶ ὀχυροτέραν
ἀσφάλειαν, ἐπομνύμεθα ἀλλήλοις, ἐγὼ μὲν ὑμῖν, ὑμεῖς δὲ ἐμοί,
τὸν θεῖον καὶ σεβάσμιον ὅρκον, τήν τε ἁγίαν καὶ ὁμοούσιον
Τριάδα καὶ τὴν νίκην καὶ τὴν διαμονὴν τοῦ καλλινίκου
ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου
καὶ αὐτοκράτορος,[…]ἐμμένειν τοῖς ὁμολογηθεῖσι
παρʼ ἡμῶν ἀμφοτέρων ἐν ταύταις ταῖς ἰσοτύποις δύσι
ὁμολογίαις. εἰ δὲ μὴ τοῦτο ποιήσομεν, παρέξει τὸ μὴ
ἔμμενον μέρος τῷ ἐμμένοντι χρυσίου λίτρας δύο ἔργῳ
καὶ δυνάμει ἀπαιτουμένας, καὶ ἆκον ἐμμένειν πᾶσιν
τοῖς προγεγραμμένοις συμφώνοις. καὶ ἐπὶ τούτοις ἅπασιν
ἐπερωτηθέντες παρʼ ἀλλήλων καὶ ἀλλήλους ἐπερωτήσαντες ταῦθʼ
οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν εἰς πέρας ἄξαι
ὡμολογήσαμεν. προσομολογῶ δὲ ἐγὼ Παλλάδιος μονομερῶς
ἑτοίμως ἔχειν ἐνεγκεῖν ὑμῖν ἐρχομένοις σὺν Θεῷ ἐν ταύταις
[…]ν Θηβαΐδι τὸ θεῖον ὑπομνηστικὸν τὸ προαγορευθέν μοι
καὶ φυλαχθὲν … παρʼ ὑμῶν ………………
[… 2 lines lost …]
τῆς διαστροφῆς καὶ ζημίας τῆς ἀναχθείσης τοῖς[…]
πράγμασιν τυγχάνουσιν ἐν τῇδε τῇ πανευδαίμονι πόλει·
ἔτι μὴν ὥστε τὸ προνόμιον τοῦ αὐτοπράκτου σχήματος
τῆς ὑμετέρας ὑπαρχθῆναι κώμης βεβαιῶ ὑπὲρ δύο
ἢ καὶ πλέον τριῶν νομισμάτων παρασχεθησομένων μοι
παρʼ ὑμῶν τῶν προαφηγηθέντων καὶ καταφανεῖς ποιησαμένων
[…]ους ἐπὶ τοῦ ἐνδοξοτάτου δουκὸς, καὶ ἀπολήμψομαι τρίτον μέρος
τῶν ὑπὲρ τούτου ἀνυομένων, τὰ δὲ …υσ…………σαι τα
…ε…η του …π…κ…δώσω χρυσοὺς τριάκοντα ἓξ καὶ ἔνοχος εἴην
τῷ θείῳ ὅρκῳ καὶ τῷ ὑπὲρ τούτου ἐπηρτημένῳ κινδύνῳ·
ἡ ὁμολογία κυρία καὶ βεβαία συντεθεῖσα πρὸς του………
πρὸς ἅπασιν πανταχοῦ προφερομένη· ἐρωτηθεὶς
ὡμολόγησα καὶ ὑπογράψας χειρὶ ἐμῇ ἀπέλυσα †
Φλαύιος Παλλάδιος κόμης ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν ὁμολογίαν ἐπὶ πᾶσιν τοῖς προγεγραμμένοις συμφώνοις καὶ …ρε……
ὑπέγραψα χειρὶ ἐμῇ † † † Φλαύιος Φοιβάμμων Ἀθανασίου ἀπὸ …[…]
τῆς Θηβαίων χώρας, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ
θεμένου † Φλαύιος Ἰωάννης Θεοδώρου ἀπὸ τῆς Λύκων πόλεως τῆς
Θηβαίων χώρας, μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου.
Φλαύιος …ωρ…ογιος Θεοδοσίου ε…πρ………………
τακτομίσθων ἐπὶ τῆς πρώτης τοῦ τα…… μαρτυρῶ τῇ…
ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου † Φλαύιος Θεόδωρος νοτάριος,
τὴν χρείαν ἐκτελῶν ἅπασιν τοῖς ἐνδέεσι καὶ τὸ κάθισμα
ποιούμενος ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ταύτης
τῆςβασιλίδος πόλεως, μαρτυρῶ τῇδε τῇ ἀσφαλείᾳ
τῇ ἐκτεθείσῃ παρὰ Διοσκόρου καὶ Καλλινίκου καὶ
Κύρου διὰ Σενούθου, καὶ Ἀπολλῶτος, εἰς Παλλάδιον
τὸν ……εν…………………
[… 2 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.