no image
DDbDP-text
Conveyance of reversion of property in return for services received via HGV-meta
Linked by Trismegistos ID
TM 19744.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Τιβερίου Μαυρικίου
τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δευτέρου Φαμενὼθ
ἕκτῃ καὶ δεκάτῃ τῆς δευτέρας ἰνδικτίονος.
Ἰωάννης υἱὸς Πατεχνουμίου ἐλάχιστος μονάζων ἀπὸ τῆς Συήνης
ὁρμώμενος ὁ καὶ ἑξῆς ὑπογραφέα παρέχων τὸν ὑπὲρ αὐτοῦ
ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς μαρτυροῦντας τῇδε τῇ ὁμολογίᾳ
Αὐρηλίῳ Πατερμουθίῳ υἱῷ Μηνᾶτος ναύτῃ ἀπὸ τῆς αὐτῆς
Συήνης ὁρμωμένῳ χαίρειν. ἐπειδήπερ πρὸ ὀλίγων
ἡμερῶν ἐπράθην τῷ μακαριωτάτῳ Ἰακώβῳ τὰ
ὑπάρχοντά μοι μέρη οἰκημάτων ἐξ ἐγγράφου πράσεως καὶ τῆς
τούτων τιμῆς ἔσχηκα παρʼ ὑμῶν πρὸς τὴν δύναμιν τῆς
γεναμένης παρʼ ἐμοῦ πράσεως τὴν τούτων τιμὴν καὶ
ἀνήλωσα εἰς τὰς ἀναγκαίας μου χρείας καὶ συνέβη με ἐνπέσω
εἰς νόσον δεηθῆναι πόλλα ἀναλώματα καὶ οὐκ ἔχω τὸν
ἐπιμελούμενόν μοι μήδε τὸν διαθρέψοντά με εἰ μὴ σὲ τὸν
προγεγραμμένον Πατερμούθιν ἀναπαύοντά μοι καὶ θάλποντά μοι
καὶ δουλεύοντά μοι καὶ τὴν πᾶσάν μου ζωαρκῆ χρείαν ἁπλῶς
ἐν μηδένι λυποῦντά με μήτε ἐν λόγῳ μήτε ἐν ἔργοις οὐδὲν δή που
ἄλλα καὶ πολλὰ δαπανήματα οἴκοθέν σου ἀνήλωσας μοι ἐν τῷ
νῦν γεγονότι λιμῷ ὥστε οὐκ ἔχω στόματι οὔτε ἱκανῇ τῇ γλώσσῃ
μου ἀφηγήσασθαι τὸ καθʼ ἕκαστον τῶν πολλῶν παρὰ σου εὐποιημάτων
τοῦ δεσπότου ἱκανοῦ ὄντος τὰς ἴσας ἀμοιβὰς ἀποδοῦναί σοι, τοίνυν
ἤκουσα παρά τινος ὡς οἱ υἱοὶ Κωσταντίου μελετῆσαί τινα
κατὰ σοῦ ὡς μετὰ τὴν ἐμὴν τελευτὴν ἐνάγειν σοι ὁμολογῶ ὁμνύων
τὸ περιβεβλημένον μοι σχῆμα ὅτι οὐδὲν μοι χρεωστεῖς οὔτε
δέδωμεν σοι τί ποτε ἢ πεπράσκειν σοί τινι συναλλάγματι ἀλλὰ
οἴκοθέν σοῦ θρέψασθαί με καὶ ἱματίσαι καὶ τὴν πᾶσαν μοι ζωαρκῆ
μου χρείαν καὶ οὐ παύομαι ὁμολογήσω τὰς χάριτας σου ἐνώπιον
τοῦ Θεοῦ καὶ τῶν ἀνθρώπων καὶ ἂν οὐκ ἔχω τὰς ἀμοιβὰς σου ἀνταμείψασθαί σοι ἀλλὰ ὁμολογήσω ὅτι τὸ περιελθὸν εἰς ἐμὲ μέρος
οἰκίας ἀπὸ δικαίας κληρονομίας Μαρίας τῆς μακαρίας τῆς μου
ἀδελφῆς οὐκ ἔλαβον οὔτε τί ποτε ἔσχον ὑπὲρ τιμῆς αὐτοῦ
ἀλλὰ τὴν αὐθεντίαν ἔσχαν. μελετῶ ζητῆσαι λαβεῖν παρʼ αὐτῶν τὸ αἱροῦν μοι μέρος οἰκίας καὶ
διδόναι λόγῳ προστίμου χρυσοῦ νομίσματα ἓξ ἔργῳ καὶ δυνάμει
ἀπαιτούμενα ἐκ τῆς αὐτῶν ὑποστάσεως μετὰ καὶ τοῦ μηδὲν
μὴ δύνασθαι κινῆσαί τί ποτε κατὰ σοῦ ἢ αὐτοὶ η ἄλλοι ξένοι τε καὶ
οἰκείοι ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίου ἢ δίαιταν κινεῖν
κατὰ σοῦ διὰ τὸ ὡς ἄνω πολλάκις εἴρηται καὶ ἐπωμοσάμην ὅτι μηδὲν δεδωκέναι σοι ἀλλὰ οἴκοθέν σοῦ θρέψαι καὶἱματίσαι καὶ τὴν πᾶσάν μου ζωαρκῆ χρείαν
καὶ τοῦτο φανεροποιήσω καὶ κελεύω μετὰ τὴν ἐμὴν ἔξοδον ὅσα ἔχω ἐλάχιστα πράγματα
ἔχειν καὶ ἰδιοποιήσασθαι καὶ μηδένος ἐξέσται λαβεῖν τί ποτε παρὰ σοῦ καὶ
πρὸς σὴν ἀσφάλειαν ταύτην ἐξεδόμην τὴν ὁμολογίαν κυρίαν οὖσαν καὶ
βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς
ὡμολόγησα. † ☧ Ἰωάννης υἱὸς Πατεχνουμίου ἐλάχιστος μονάζων ἀπὸ Συήνης
ὁ προγεγραμμένος ἐθέμην τὴν ὁμολογίαν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα
ὡς πρόκειται. Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀριθμοῦ Συήνης αἰτηθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος παρόντος καὶ εἰπόντος μοι ἐν δημοσίῳ τόπῳ. †
Φλαύιος Κύρος Ἰωάνου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. †
† Θεόφιλος Παείονος ἐλάχιστος διάκονος αἰτηθεὶς μαρτυρῶ.
Φλαύιος Ἁτρῆς Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ.
☧ Φλαύιος Ἰωάννης Κολλούθου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ.
† Φλαύιος Ἰσὰκ Ἰακὼβ κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. †
† διʼ ἐμοῦ Ἀλλάμονος Πέτρου ἐγράφη. †
[v]
† ὁμολογία γεναμένη παρὰ Ἰωάννου […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.