no image
DDbDP-text
Parental division of property via HGV-meta
Linked by Trismegistos ID
TM 19741.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Τιβερίου Μαυρικίου
τοῦ αἰωνίου Αυγούστου καὶ Αὐτοκράτορος ἔτους δευτέρου[…]
[…]ἐν Συήνῃ.
Αὐρήλιοι Πατερμούθις υἱος Μηνᾶ μητρὸς Τσίας ναύτης ἀπὸ Συήνης καὶ
Τκακὼ ἡ τούτου σύμβιος θυγάτηρ Ἰακώβου μητρὸς Ταπίας
ὁρμωμένη ἀπὸ Συήνης οἱ καὶ ἑξῆς ὑπογραφέα παρέχοντες
τὸν ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς κατʼ ἐπιτροπὴν καὶ αἴτησιν καὶ ἀξίωσιν μαρτυροῦντας τῇδε τῇ ὁμολογίᾳ
χαίρειν. ἐπειδήπερ συνεζεύχθημεν ἀλλήλοις εἰς γάμου κοινωνίαν
οὐ τὴν τυχοῦσαν ἀνάπαυσιν καὶ θάλψιν ἐνδεικνύμενοι
ἀλλήλοις ἀναπαύοντες καὶ θάλποντες καὶ δουλεύοντες
καὶ ὑπακούοντες καὶ ὑποτάττοντες ἁπλῶς ἐν μηδένι
παρεπικρίνοντες ἀλλὰ ἐν ὑποταγῇ πάσῃ, τοίνυν εὐλαβούμενοι μήποτε παρὰ προσδοκίαν ἡμῶν τινα ἐξ ἡμῶν
τέλει τοῦ βίου χρησάμενον καὶ τῶν ἐνταῦθα τοῦ κόσμου
ἐπαναχωρῆσαι πραγμάτων καὶ εὑρεθείη τὸν ζῶντα ὑστερούμενον παρὰ τῶν ἄμφοιν ἡμῶν τέκνων, ὅθεν νοοῦντες,
φρονοῦντες λογισμούς, ἔχοντες ἐρρωμένας τὰς διανοίας,
τὰς φρένας ἀπαθεῖς, τὰς αἰσθήσεις ὑγιεῖς, ἐπὶ ποδῶν
βαδίζοντες ἐπʼ ἀγοραῖς παρερχόμεθα εἰς ταύτην τὴν
ἔγγραφον ὁμολογίαν διʼ ἧς ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι ἑκόντες καὶ πεπεισμένοι δίχα παντὸς
δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς
καὶ κολακείας καὶ μηχανῆς καὶ κακοηθείας καὶ ἐλαττώματος παντὸς δίς, τρὶς βουλευσάμενοι ὡς εἴη μὲν ἡμᾶς ζῶντας
καὶ ὑγιαίνοντας ἐναπολαύειν καὶ χρήσασθαι πάντων τῶν
πραγμάτων ἡμῶν καθʼ ἣν ἂν βουλόμεθα διοίκησιν·
ἐπὰν δὲ παρασταίη τῷ τῶν ὅλων δεσπότῃ Χρίστῳ, ὅπερ
ἀπείη, τινὰ ἐξ ἡμῶν τέλει τοῦ βίου χρήσασθαι ἐφʼ ᾧ τὸν ζῶντα
ἔχειν καὶ κατέχειν πάντων τῶν καταλειφθησομένων
πραγμάτων ὑπὸ τοῦ τετελευτηκότος τῶν περιελθόντων εἰς αὐτὸν
ἀπὸ γονέων διαδοχῆς καὶ ἀπὸ ἀγορασιαστικοῦ δικαίου καὶ ἀπὸ ἱδρώτων
καμάτων ἔν τε οἰκίαις καὶ χρυσοῖς καὶ ἀργυροῖς καὶ χαλκοῖς καὶ
ὀριχάλκοις καὶ ἐσθήμασι καὶ ὑφάσμασι καὶ παντοίοις λεπτοῖς
εἴδεσι ἀπὸ μεγάλου εἴδους μέχρι ἐλαχίστου τινὸς καὶ τούτων
κατακυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκεῖν καὶ φιλοκαλεῖν
καὶ ἐκ αὐτῶν τρέφεσθαι καὶ ἱματίσαι καὶ κηδεύσαι καὶ ἐκτελέσαι
τὰς προσφορὰς τοῦ ἀποθανόντος, μηδένος τῶν τέκνων
ἡμῶν δυναμένου μήτε δυνησομένου ἐπελεύσασθαι τῷ ζῶντι
ἢ ἐγκαλεῖν ἢ λογοθετῆσαι ἢ κωλυομένου ἄχρι τελευτῆς αὐτοῦ καὶ
μετὰ τὴν τελευτὴν ἐφʼ ᾧ ἅπαντα τὰ ὑφʼ ἡμῶν καταλειφθησόμενα πράγματα σταλῆναι εἰς τὰ κοινὰ ἡμῶν τέκνα ἐξ ἰσομοιρίας
καὶ μὴ διαφορὰν τέκνῳ παρὰ τέκνον ποιήσασθαι καὶ εἰ ὀφθείη
χρεωστῶν ὁ τετελευτηκὼς ἢ καὶ χρεωστούμενος ἐφʼ ᾧ τὴν
πᾶσαν δοσολημψίαν ποιήσασθαι ὑπὲρ αὐτοῦ ἄχρι τελευτῆς αὐτοῦ καὶ
μετὰ τὴν τελευτὴν πᾶν τὸ πάκτον ἐπαναδραμεῖν εἰς τὰ αὐτὰ
κοινὰ ἡμῶν τέκνα· εἰ δέ τις ἐθελήσειεν ἐκ τῶν τέκνων
ἡμῶν ἢ ἄλλος ἐπελεύσασθαι τῷ ζῶντι ἢ ἀθετῆσαι ἢ παραβῆναι
ἢ παρασαλεῦσαι ταύτην ἡμῶν τὴν ἀλληλομολογίαν
ἢ δίαιταν κινεῖν ἐφʼ ᾧ τὸν ἐπελευσόμενον πρῶτον μὲν ἀλλότριον καὶ ἄκληρον ἔσεσθαι τῆς παντοίας ὑποστάσεως τοῦ
ἐπιχειροῦντος παραβαίνειν, ἔπειτα ἐπιγινώσκειν λόγῳ προστίμου
χρυσοῦ νομίσματα δώδεκα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς
ὑποστάσεως τοῦ παραβαίνοντος μετὰ καὶ τοῦ μὲν μὴ ἰσχύειν κατὰ
τῶν ἐγγεγραμμένων ἀλλὰ ἐρρῶσθαι αὐτὰ ἐπὶ τῷ παντί·
καὶ προσεπὶ τούτοις πᾶσι ἐπωμοσάμεθα τὸν θεῖον καὶ σεβάσμιον
ὅρκον τοῦ παντοκράτορος Θεοῦ καὶ τῆς νίκης καὶ διαμονῆς τῶν γαληνοτάτων
ἡμῶν δεσποτῶν μὴ παραβαίνειν τὰ προδεδηλουμένα διάστολα
καὶ πρὸς ἡμῶν ἀσφάλειαν ταύτην ἐξεδόμεθα τὴν ἀλληλομολογίαν
κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ
ὑπογραφῆς τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ
ἐπερωτηθέντες ὡμολογήσαμεν. † ☧ Αὐρήλιος Πατερμούθις υἱὸς Μηνᾶ μητρὸς Τσίας
ναύτης ἀπὸ Συήνης καὶ ἡ τούτου σύμβιος Αὐρηλία Τκακὼ θυγάτηρ Ἰακώβου
μητρὸς Ταπίας ὁρμώμενοι ἐν Συήνῃ οἱ προκείμενοι ἐθέμεθα τὴν παροῦσαν ἀλληλομολογίαν
καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀριθμοῦ
Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν παρόντων καὶ εἰπόντων μοι γράμματα
μὴ εἰδότων. ☧
Φλαύιος Κύρος Ἰωάνου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ. ☧
☧ Φλαύιος Ἰωάννης Πατερμουθίου ἀπὸ βικαρίων ἀριθμοῦ Σηύνης μαρτυρῶ. ☧
† Θεόφιλος ἐλάχιστος διάκονος μαρτυρῶ τῇ ὁμολογίᾳ αἰτηθεὶς παρὰ τῶν θεμένων.
☧ Φλαύιος Ἁτρῆς Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ.
☧ Φλαύιος Ἰωάννης Κολλούθου κεντυρίων ἀριθμοῦ Συήνης μαρτυρῶ.
† διʼ ἐμοῦ Ἀλλάμονος Πέτρου ἀπὸ βικαρίων ἐγράφη. †
[v]
† ἀλληλομολογία …[…]τι Πατερμουθίου καὶ Τκακώ. † † †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.