Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.muench.1.12 13. 590 - 12. Aug. 591Syene

Verkaufserklärung über Hausteile via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 15320. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἐνάτου καὶ ὑπατείας τοῦ αὐτοῦ δεσπότου ἡμῶν ἔτους ἑβδόμου[…]τῆς ἐνάτης ἰνδικτίονος ἐν Συήνῃ. † Φλαύιος Κυριακὸς Μηνᾶ στρατιώτης καβαλλάριος ἀριθμοῦ Συήνης ὁ καὶ ἑξῆς ὑπογραφέα παρέχων καὶ μάρτυρας ἀξιοπίστους τοὺς ἑξῆς μαρτυροῦντας ταύτῃ τῇ πράσει † Φλαυίῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ μητρὸς Τσίας στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης ἀπὸ Συήνης καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Κοκὼ θυγατρὶ Ἰακώβου μητρὸς Ταπίας ἀπὸ τῆς αὐτῆς Συήνης ὁρμωμένῃ χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Κυριακὸς ἑκὼν καὶ πεπεισμένος ἄνευ δόλου παντὸς καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ περιγραφῆς πάσης, ἀλλʼ αὐθαιρέτῳ γνώμῃ καὶ ἀμεταβλήτῳ σκοπῷ καὶ ἀμετατρέπτῳ λογισμῷ ὀρθῇ διανοίᾳ βεβαίᾳ πίστει πεπεισμένῃ προαιρέσει συνειδήσει εἰλικρινεῖ πεπρακέναι ὑμῖν σήμερον τοῖς προγεγραμμένοις Πατερμουθίῳ καὶ Κοκὼ καὶ καταγεγραφηκέναι ἀπὸ τοῦ νυνὶ ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα διηνεκῆ χρόνον πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ πάσῃ ἐξουσίᾳ καὶ αἰωνίᾳ κατοχῇ κατὰ τὸν περὶ πράσεως καὶ βεβαιώσεως κείμενον νόμον τὸ ὑπάρχον μοι ἥμισυ μέρος ἀπὸ πάσης ὁλοκλήρου οἰκίας, οἵας ἐστὶν διαθέσεως ἀπὸ ἐδάφους ἕως ἀέρος, ἧς καὶ τὸ ἄλλο ἥμισυ ἀνήκει Ἰακώβου ἀποιχομένου πατρός σου Κοκὼ τῆς ὠνουμένης, ἔτι μὴν καὶ συμπεπρακέναι ὑμῖν τὰ ὑπάρχοντά μοι γο…ο[…] κοινωνιμαῖα χρηστήρια ἀπὸ τοῦ προθύρου καὶ πυλῶνος καὶ πεσσοῦ καὶ αἰθρίων καὶ κλιβάνου ἀκολούθως τῇ γεναμένῃ μοι πράσει καὶ δεδωκέναι ὑμῖν αὐτὴν εἰς μείζονα ἀσφάλειαν, διακειμένην τὴν αὐτὴν οἰκίαν ἐν Συήνῃ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου ἐπὶ λαύρας τοῦ δημοσίου καμηλῶνος βασταγῆς τῶν ἀπὸ Φιλῶν καὶ τῆς οἰκίας Ἀβραὰμ Παχυμίου. γείτονες δὲ τῆς πάσης ὁλοκλήρου οἰκίας, ἀφʼ ἧς πέπρακα ὑμῖν τὸ αἱροῦν μοι ἥμισυ μέρος ἀπὸ τοῦ κελλίου ἐν πρώτῃ στέγῃ νεύοντος εἰς βορρᾶν εἰς τὴν δημοσίαν ῥύμην καὶ ἀπὸ τοῦ ἐπάνωθεν αὐτοῦ συμποσίου ἐν δευτέρᾳ στέγῃ νεύοντος εἰς λίβα εἰς τὸ πλάτος τοῦ πεσσοῦ καὶ ἀπὸ τοῦ ὑποπεσσίου ἤτοι τχῆρε ἐν πρώτῃ στέγῃ καὶ ἀπὸ τοῦ νοτίνου συμποσίου ἐν τρίτῃ στέγῃ νεύοντος εἰς βορρᾶν εἰς τὸ κοινωνιμιαῖον αἴθριον καὶ ἀπὸ τοῦ ἐπάνω αὐτοῦ δώματος ἕως ἀέρος καὶ ἀπὸ τοῦ ἀπηλιωτικοῦ μεγάλου δώματος ἕως ἀέρος καὶ τὸ ἥμισυ τῶν ἁπάντων χρηστηρίων ἀπὸ θεμελίων ἄχρι ἀέρος νότου ἡ τυφλὴ καὶ στενὴ ῥύμη καὶ ἡ οἰκία Ἀβρααμίου Παχυμίου, βορρᾶ ῥύμη δημοσία, ἀπηλιώτου ἡ οἰκία Ἀβρααμίου Παχυμίου, λιβὸς ἡ οἰκία Ἀλλάμονος Παχνουμίου, οἷοι δʼ ἂν ὦσι γείτονες πάντη πάντοθεν καθὼς ἐμοὶ ἐν στόματι ὑπηγόρευσα. καὶ οὐδὲν ἐμοὶ τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἐκ τοῦ αὐτοῦ προδεδηλωμένου ἡμίσους μέρους οἰκίας καὶ τῶν ἁπάντων χρηστηρίων ἀπὸ ἐδάφους ἕως ἀέρος, περιελθὸν εἰς ἐμὲ ἀπὸ δικαίας ἀγορασίας παρὰ Ταπίας θυγατρὸς Τσίου καὶ εἰς αὐτὴν παρὰ Ἰωάννου τοῦ καὶ Παπτσίου καὶ εἰς ἐκεῖνον ἀπὸ γονικῆς διαδοχῆς πρὸς τὴν δύναμιν τῆς παλαιᾶς πράσεως, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ νομισματίων πέντε ζυγῷ Συήνης, γίνονται χρυσοῦ νομισμάτια ε ζυγῷ Συήνης, ἥνπερ τιμὴν τελείαν καὶ αὐτόθι ἀπέσχηκα ἐγὼ Κυριακὸς παρʼ ὑμῶν Πατερμουθίου καὶ Κοκὼ τῶν ὠνουμένων διὰ χειρὸς εἰς χεῖρά μου ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ ἀριθμῷ καὶ σταθμῷ πλήρη. καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει διὰ παντὸς ἀπὸ παντὸς ἐπελευσομένου ἢ ἀντιποιησομένου. τὸν δὲ ἐπελευσόμενον ὑμῖν ἢ ἀντιποιησόμενον ἐκστήσω ἐγὼ ὁ πεπρακὼς καὶ καθαροποιήσω ὑμῖν ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι πρὸς τῷ ὑμᾶς τοὺς πεπρακότας Πατερμούθιον καὶ Κοκὼ ἀπεντεῦθεν κυριεύειν καὶ δεσπόζειν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν πωλεῖν καὶ παραχωρεῖν καὶ δωρεῖσθαι τέκνοις καὶ κληρονόμοις παραπέμπειν καὶ χρήσασθαι ᾧ ἐὰν ἕλοισθε τρόπῳ ἀκωλύτως τε καὶ ἀνεμποδίστως καὶ μὴ ἐγκαλεῖν ὑμῖν μήτε ἐγκαλέσειν μηθʼ ἕτερόν τινα ἐξ ἐμοῦ ὀνόματος ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ μηδενὸς τῶν κληρονόμων μου ἢ τέκνων ἢ ἐγγόνων ἢ τῶν κατὰ γένους μου ἀγχιστευόντων δυνησομένου ἐγκαλεῖν ἢ ἀντιποιεῖν ἐπιχειρῆσαι παραβῆναι ἢ παρασαλεῦσαι ταύτην τὴν πρᾶσιν μηδὲν μὲν ὠφελήσειν, παρέξειν δὲ λόγῳ καταδίκης χ……ειμένης διπλῆν τὴν τιμὴν καὶ μηδὲν ἰσχύειν κατὰ τῆς πράσεως, ἀλλʼ ἐμμεῖναι αὐτῇ ἐπὶ τὸ διηνεκὲς ὡς ἐν δημοσίῳ ἀρχείῳ γεγενημένῃ. ἐπωμοσάμην θεὸν τὸν παντοκράτορα καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τῶν γαληνοτάτων δεσποτῶν τῆς οἰκουμένης Φλαυίων Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωσταντίνας τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων ἅπαντα τὰ προκείμενα ποιεῖν τηρεῖν εἰς πέρας ἄξαι διὰ παντός. ἡ δὲ πρᾶσις κυρία ἔστω καὶ βεβαία ἁπανταχοῦ προφερομένη μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα †. † Φλαύιος Κυριακὸς Μηνᾶ στρατιώτης καβαλλάριος ἀριθμοῦ Συήνης ὁ προγεγραμμένος πέπρακα τὸ ὑπάρχον μοι ἥμισυ μέρος ἀπὸ πάσης ὁλοκλήρου οἰκίας οἵας ἐστὶν διαθέσεως ἀπὸ ἐδάφους ἕως ἀέρος καὶ ἀπὸ τῶν κοινωνιμιαίων χρηστηρίων καὶ ἀπέσχηκα παρʼ ὑμῶν τὴν προγεγραμμένην τελείαν τιμὴν ἐν νομισματίοις πέντε ζυγῷ Συήνης καὶ βεβαιώσω ὑμῖν τὴν πρᾶσιν ἐν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Παπνοῦθις Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος †. Φλαύιος Ἰακὼβ Παύλου ἀκτουάριος ἀριθμοῦ Συήνης μαρτυρῶ. † Φλαύιος Κολοῦθος Βίκτορος στρατιώτης καὶ καβαλλάριος ἀριθμοῦ Συήνης μαρτυρῶ † †. † Βίκτωρ Ἰωάννου ἀπὸ ἀριθμοῦ Συήνης μαρτυρῶ. † διʼ ἐμοῦ Ἄπα Δίου Σαβίνου ἐτελειώθη † .

Connections

Found at Aswan

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.