no image
DDbDP-text
Linked by Trismegistos ID
TM 15313.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
χμγ
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου καὶ μεγίστου
εὐεργέτου Φλαυίου Τιβερίου Νέου Κωνσταντίνου
τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ἑβδόμου
ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους τρίτου
[…]ἰνδικτίονος ἐν Συήνῃ.
☧ Φλαυίος Πατερμούθιος ἐκ πατρὸς Μηνᾶ τοῦ καὶ λεγομένου Βῆννε
μητρὸς … στρατιώτης τείρων ἀριθμοῦ Συήνης καὶ ἀπὸ τῆς αὐτῆς
Συήνης ὁρμώμενος ὁ καὶ ἑξῆς ὑπογραφέα παρέχων τὸν ὑπὲρ αὐτοῦ
ὑπογράφοντα καὶ μάρτυρας[…] ……η[…]
[…]προσμαρτυροῦντας τῇδε τῇ ὠνιακῇ ἀσφαλείᾳ Αὐρηλίῳ Μήνᾳ υἱῷ
Παύλου μητρὸς Σουσάννας ἀπὸ Ὄμβων ὁρμωμένῳ καὶ τῇ τούτοῦ συμβίῳ
[…]θυγατρὶ[…] …λ…ιου ἐκ μητρὸς Ῥαχὴλ ἀπὸ Ὄμβων
χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Πατερμούθιος
ἑκὼν καὶ πεπεισμένος ἄνευπαντὸς δόλου καὶ φόβου καὶ[…]
[… ? lines lost …]
[r,2]
[… ? lines lost …]
………συναρπαγῆς[…]γν……………………
[…]κακοηθείας καὶ παντὸς ἐλαττώματος καὶ φαύλου διανοήματος ἀλλὰ ὀρθῷ σκοπῷ ἐλαυνόμενος ἅμα δὲ ἐπομοσάμενος
τὸν φρικτὸν καὶ σεβάσμιον ὅρκον κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου
τριάδος καὶ νίκης καὶ διαμονῆς τῶν γαληνοτάτων ἡμῶν
δεσποτῶν Φλαυίων Τιβερίου Κωνσταντίνου καὶ Αἰλίας Ἀναστασίας
τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων πεπρακέναι
ὑμῖν σήμερον καὶ καταγεγραφηκέναι νόμῳ πράσεως καὶ
δεσποτικῷ δικαίῳ τὸ ὑπάρχον μοι πλοῖον ἀγριοχηνοπρυμνὲς ἔχον ἀγωγὴν ἀρταβῶν πεντακοσίων πλεοέλαττον
ἑλληνικὸν φικοπήδαλον ἄσκηνον σεσανιδωμένον
ἀπὸ πρώρας μέχρι πρύμνης σὺν ἱστῷ καὶ κέρατι καὶ ἀρμένίῳ
καὶ κώπαις καὶ ἀγκύρᾳ καὶ μολύβδων σιδηροῖς ὡσπερεὶ οὖσιν
σὺν σχοινίων τε καὶ μαγκάνοις καὶ ξυλίναις μηχαναῖς καὶ λοιποῖς
εἴδεσι ἁπάσης ἐξαρτίας ἤτοι ὕλης ἀπὸ μεγάλου εἴδους μέχρι ἐλαχίστου καὶ εὐτελοῦς τινος ἐλθὸν εἰς ἐμὲ ἀπὸ ἀγορασιαστικοῦ δικαίου
παρὰ Κύρου Ἰσακίου τοῦ κυβερνήτου ἀπὸ Ἀπόλλονος ἄνω πρὸς τὴν δύναμιν τῶν
δικαιωμάτων ἀκολούθως τῇ γεγενημένῃ μοι πράσει ἥνπερ ὑμῖν ἐξεδόμην εἰς πλειοτέραν ἀσφάλειαν, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης
καὶ συναρεσάσης χρυσοῦ νομισμάτων δέκα καὶ ἐννέα δίμοιρον
ζυγῷ Συήνης γίνεται χρυσοῦ νομίσματα ιθ 𐅷 ζυγῷ Συήνης, ἥνπερ τὴν τελείαν
τιμὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν τῶν ὠνουμένων ἐγὼ ὁ πεπρακὼς ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς ὑμῶν εἰς χεῖρά μου ἀριθμῷ
καὶ σταθμῷ πλήρη τῆς αὐτῆς Συηνιτῶν πρὸς τῷ ὑμᾶς ἀπεντεῦθεν
τοῦ προδεδηλωμένου πλοίου ἤτοι ἀγριοχηνοπρυμνίδος σὺν τῆς ἁπάσης
αὐτοῦ ἐξαρτίας ἤτοι ὕλης κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ
οἰκονομεῖν καὶ χρηματίζειν καὶ μετασχηματίζειν καὶ πωλεῖν καὶ
μεταπωλεῖν καὶ ἀλλαγὰς ποιεῖν καὶ ἐκμισθοῦν καὶ φιλοκαλεῖν καὶ
πλέειν καὶ ναυτίλλεσθαι καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις
διατάσσειν κτᾶσθαι χρᾶσθαι καὶ πάντα περὶ αὐτοῦ ποιεῖν καὶ
πράττειν ἀκολούθως δὲ καὶ ἀνεμποδίστως. τὸν δὲ ἐπελευσόμενον
ὑμῖν ἢ καὶ ἀντιποιησόμενον ἐκστήσω καὶ καθαροποιήσω
ἰδίοις μου ἀναλώμασι. εἰ δὲ ἀσθενήσαιμι περὶ τὴν τοῦτου καθαροποίησιν καὶ ἀποσόβησιν, ἐφʼ ᾧ ἐμὲ παρασχεῖν τὴν ἐγκειμένην
τιμὴν ἐν διπλῷ ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ἐμῆς
ὑποστάσεως καὶ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων
ταύτῃ τῇ παρούσῃ πράσει, ἀλλὰ πρὸς τῷ ἄκοντα ἐμμένειν
αὐτῇ ὡς ἐν δημοσίῳ ἀρχείῳ γεγενημένῃ διὰ τὸ ἐμὲ ἀνάγκης
ἢ βίας μὴ ἐπικειμένης ἢ ἀπάτης ἢ δόλου ἀλλὰ διὰ τὸ ἐμοὶ οὕτω
δεδόχθαι πεπρακέναι ὑμῖν τὸ προγεγραμμένον πλοῖον καὶ
ἀπεσχηκέναι με παρʼ ὑμῶν τὴν τελείαν τὴν ἐγκειμένην τιμὴν
ἐν χρυσοῦ νομίσμασι δέκα καὶ ἐννέα δίμοιρον ζυγῷ Συήνης.
καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ εἰς ἀσφάλειαν
ὑμῶν ἐθέμην ταύτην τὴν παροῦσαν πρᾶσιν μεθʼ ὑπογραφῆς
τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων
καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ταῦθʼ οὕτως ἔχειν ποιεῖν ἐμμένειν
φυλάττειν ὡμολόγησα καὶ ἀπέλυσα †. † Φλαύιος Πατερμοῦθις ἐκ πατρὸς Μηνᾶ
τοῦ καὶ Βῆννε στρατιώτης τείρων λεγεῶνος Συήνης ὁ προκείμενος πέπρακα τὸ ὑπάρχον μοι σκάφος ἀγωγῆς ἀρταβῶν
πεντακοσίων πλεοέλαττον καὶ ἀπέσχον παρʼ ὑμῶν τὴν τελείαν τιμὴν ἐν χρυσοῦ νομίσμασι
δέκα ἐννέα δίμοιρον ζυγῷ Συήνης καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι
πάντα ὡς πρόκειται †. Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα
μὴ εἰδότος †. Φλαύιος Ἁτρῆς Βίκτωρ στρaτιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσειἀκούσας
παρὰ τοῦ θεμένου. † Φλαύιος Θεόδωρος Κόμες στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †.
† Φλαύιος Ἰωάννης υἱὸς Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †.
† Φλαύιος Παείων Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †.
† Φλαύιος Ἰωσὴφ Βίκτωρ στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ †.
† Φλαύιος Ἰωάννης Πέτρου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †.
† Φλαύιος Ἀβραὰμ Μουσαίου ἐσωμάτισα †.
[v]
† πρᾶσις πλοίου ἤτοι σκάφους ἀγριοχηνοπρυμνοῦς πραθέντος παρὰ αεΦλαυίου Πατερμουθίου Μηνᾶ
τιμῇ χρυσοῦ νομισμάτων ιθ 𐅷 ζυγῷ Συήνης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.