no image
DDbDP-text
Verkaufserklärung über einen Hof und Bestellung einer servitus oneris ferendi via HGV-meta
Linked by Trismegistos ID
TM 34764.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
ιος ……λκ[…]
ἀπὸ Συήνης χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ
προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν πεπρακέναι ὑμῖν σήμερον καὶ καταγεγραφέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν
ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι αὐλὴν ἐξ ὁλοκλήρου
ἀπὸ ἐδάφους ἕως ἀέρος, οἵας ἐστὶ διαθέσεως, διακειμένην ἐπὶ τὴν αὐτὴν
Συήνην καὶ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου καὶ περὶ λαύραν καλουμένην
τῆς παρεμβολῆς ἤτοι σκυτέων, ἀνεῳγμένην ἔχουσαν τὴν θύραν εἰς βορρᾶν
εἰς τὴν δημοσίαν ῥύμην συνημμένην τῇ ὑπαρχούσῃ ἐμοὶ οἰκίᾳ ἐξ ἀπηλιώτου αὐτῆς , ἐλθοῦσαν εἰς ἐμὲ ἀπὸ δικαίας ἀγορασίας παρὰ Πλούλλου
Σαβίνου στρατιώτου ἀγραρεύοντος Πανὸς καὶ Παύλου Κροὺρ καὶ Θίκρης καὶ Μαρίας ἀδελφῶν αὐτῆς καὶ Ἰωάννου
Πινούθου καὶ Ταδώρας Πασνοῦτος καὶ Μαρίας καὶ Τσαύας καὶ Ἀλεξάνδρας καὶ Μαρίας ἄλλης
Ψενθαησίου ἀκολούθως ταῖς ἐκδοθείσαις ὑμῖν παρʼ ἐμοῦ προκτητικαῖς ὠναῖς,
ἃς ἐξεδόμην ὑμῖν εἰς μείζονα ὑμῶν ἀσφάλειαν, καὶ εἰς αὐτοὺς ἀπὸ κληρονομικοῦ δικαίου τῶν γονέων αὐτῶν. εἰσὶ δὲ γείτονες τῆς αὐτῆς ἁπάσης αὐλῆς
νότου ῥύμη δημοσία ἄγουσα εἰς τὸ τεῖχος καὶ οἰκία Μαρτυρίας Ταχβὰρ καὶ Εὐχαρίου
Κύρου κεντυρίωνος , βορρᾶ ῥύμη δημοσία, εἰς ἣν νεύει ἡ αὐθεντικὴ αὐτῆς θύρα,
ἀπηλιώτου αὐλὴ Πετεροοῦτος, λιβὸς οἰκία μου τοῦ ὠνουμένου ὁ δὲ τοῖχος
τῆσδε τῆς οἰκίας μου, κοινωνιμιαῖος τυγχάνων ἀπηλιωτικῶς τῇ ἐμῇ οἰκίᾳ, λιβικῶς
δὲ τῇ αὐτῇ αὐλῇ, εἶναι ἐπὶ τὸ διηνεκὲς ἀπὸ ἐδάφους αὐτοῦ ἕως ἀέρος ἄνευ
ἀναλωμάτων διὰ τὸ ἐμὲ πεπληρῶσθαι παρʼ ὑμῶν τοῦ ἀναλώματος ἀπεντεῦθεν
ἢ οἳ ἂν ὦσι γείτονες πάντη πάντοθεν καθὼς ὑπηγόρευσα ἐγὼ ὁ ἀποδόμενος. καὶ
οὐδὲν ἐμοὶ ὑπολέλειπται ἄπρατον ἐν τῇ αὐτῇ αὐλῇ ἀπὸ ἐδάφους ἕως ἀέρος, τιμῆς
τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ δοκίμου
νομισματίων παλαιοχαράκτων εὐστάθμων δύο γίνεται χρυσοῦ νομισμάτια β, ἥνπερ
τελείαν τιμὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν τῶν ὠνουμένων ἐγὼ ὁ ἀποδόμενος ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρά μου ἐπὶ τῆς αὐτῆς Συήνης
ἀριθμῷ καὶ σταθμῷ πλήρη πρὸς τὸ ἐντεῦθεν ὑμᾶς τῆς προδεδηλωμένης
αὐλῆς ἀπὸ ἐδάφους ἕως ἀέρος κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκοδομεῖν
καὶ ἐποικοδομεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῆς τρόπῳ
ᾧ ἂν αἱρῆσθε ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ χρήζεσθαι κοινῶς τῷ προδεδηλωμένῳ τοίχῳ καὶ θεῖναι εἰς αὐτὸν δοκοὺς καὶ καμαρῶσαι καὶ ἐπιτελεῖν τὰ περὶ
αὐτῷ τρόπῳ ᾧ ἂν αἱρῆσθε ἀκωλύτως. καὶ μὴ ἐγκαλεῖν ὑμῖν μήτʼ ἐγκαλέσειν
μήθʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον
ἀφορμῇ μηδεμιᾷ, διὰ τὸ ὡς προεῖπον ἀπεσχηκέναι με παρʼ ὑμῶν τελείαν τὴν προγεγραμμένην τιμήν. τὸν δὲ ἐγκαλέσοντα ὑμῖν ἢ καὶ ἀντιποιησόμενον περὶ ταύτης
τῆς προδεδηλωμένης αὐλῆς ἀπὸ ἐδάφους ἕως ἀέρος σὺν εἰσόδῳ καὶ ἐξόδῳ ἢ μέρους
αὐτῆς ἐγὼ ὁ πεπρακὼς ἀποστήσω καὶ καθαροποιήσω ὑμῖν ἰδίοις μου ἀναλώμασιν.
καὶ ἐξεδόμην ὑμῖν τήνδε τὴν πρᾶσιν κυρίαν οὖσαν καὶ βεβαίαν ἐφʼ ὑπογραφῆς τοῦ
ὑπὲρ ἐμοῦ ὑπογράφοντος πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα Αὐρήλιος
Δῖος Πατεχνουμίου γεωργὸς ὁ προκείμενος πέπρακα τὴν προκειμένην αὐλὴν
ἐξ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος καὶ ἀπέσχον παρʼ ὑμῶν τὴν προγεγραμμένην τιμὴν ἐν νομισματίοις δυσὶ καὶ βεβαιῶ τὴν πρᾶσιν
ὡς πρόκειται†. Φλαύιος Μαρτύριος Οὐίκτορος στρατιώτης λεγεῶνος Φιλῶν ἀξιωθεὶς ἔγραψα
ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. † Ἰσὰκ Ἰωσηφίου διάκονος ἐκκλησίας Συήνης
μαρτυρῶ. Αὐρήλιος Πασμῆς Παπνουθίου ἀπὸ Συήνης μαρτυρῶ
† Πέτρος Ἰωσὴφ πρεσβύτερος ἐκκλησίας Συήνης μαρτυρῶ.
† Φλαύιος Ἴσακος Οὐίκτορος στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ.
Φλαύιος Παένου Ἰακὼβ ὀρδινάριος Φιλῶν μαρτυρῶ.
Φλαύιος Ἰωσὴφ Παύλου αὐγουστάλιος λεγεῶνος Συήνης μαρτυρῶ.
Φλαύιος Κολλοῦθος Ἡρώδου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ.
† διʼ ἐμοῦ Φωσφορίου πρεσβυτέρου ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.