no image
DDbDP-text
Schenkung auf den Todesfall via HGV-meta
Linked by Trismegistos ID
TM 15316.
Each record below describes this same artifact or text from a different angle.
[FrA]
[…]α πολλάκις ὑγιεστο…[…]
[…]οκια τὸν κοινὸν πᾶσιν βίον […]
[…]ἐκτελέσαι τὴν προσφοράν μου ω[…]
[FrB]
[… 1 line lost …]
ἀδήλου δὴ οὔσης τῆς ιμ…[…]
[ctr]
[… ? lines lost …]
… μᾶλλον δὲ καὶ τη …
μέχρι τῆς δεῦρο υἱοῦ μου γνησίου καὶ πιστικοῦ τυγχάνοντος ἀναπαύσεως καὶ
θαλπούσης καὶ ἐπιμελουμένης μου καὶ ἐν οὐδενὶ πώποτε λυπησάσης με
ἔργῳ καὶ λόγῳ, ἔδοξεν ἐμοὶ ἕλεσθαί σε ὡς πιστικὸν δυνάμενον τὰς
φροντίδας τῆς προσφορᾶς μου καὶ τὰ ἀνθρωποπρεπῆ μου νόμιμα ἐκτελέσαι
μετὰ τὴν ἐμὴν τελευτὴν μετὰ πάσης σπουδῆς καὶ ἐπιεικείας. ὅθεν εἰς ταύτην
ἐλήλυθα τὴν ὁμολογίαν τύπους ἔχουσαν τῆς παραχωρήσεως νοοῦσα καὶ φρονοῦσα
καὶ λογισμοῦ σῶς οὖσα καὶ ἐρρωμένην ἔχουσα τὴν διάνοιαν, διʼ ἧς ὁμολογῶ ἐκουσίᾳ
καὶ ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει καὶ ἀμετατρέπτῳ
λογισμῷ ἑκούσα καὶ πεπεισμένη ἄνευ δόλου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης δεδωκέναι
σοὶ σήμερον τὸ ἥμισυ μέρος τῆς κέλλας μου τῆς λεγομένης κέλλας Παταροῦτος
καὶ τὸ ἥμισυ μέρος τοῦ συμποσίου ἐπάνω τῆς αὐτῆς κέλλας καὶ τὸ ἥμισυ μέρος τοῦ ἀέρος
ἐν τετάρτῃ στέγῃ ἐπάνω τοῦ ἀκουβίτου Ἀβρααμίου Παχυμίου πλησίον τῆς ἐμῆς
οἰκίας εἰς λόγον τῆς ὁσίας μου προσφορᾶς καὶ τὰ ἀνθρωποπρεπῆ μου νόμιμα
κατὰ τὴν ἐμὴν μετριοσύνην μετὰ τὴν ἐμὴν τελευτήν τὴν δὲ αὐτὴν κέλλαν καὶ τὸ
ἐπάνω αὐτῆς συμπόσιον καὶ τὸν ἀέρα ἐν τετάρτῃ στέγῃ, κατηντηκὸς εἰς ἐμὲ καὶ
εἰς τὸν πατέρα σου ἀπὸ δικαίας ἀγορασίας παρὰ Τηρουτήρου, τὴν δὲ αὐτὴν
κέλλαν διακειμένην ἐπὶ τὴν Συήνην καὶ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου
καὶ περὶ λαύραν τῆς παρεμβολῆς καλουμένην τῶν σκυτέων, τὸ δὲ ἄλλο ἥμισυ
μέρος τῶν προδεδηλωμένων τόπων ἀνήκει τῷ πατρί σου, πρὸς τῷ σὲ τὸ αὐτὸ
ἥμισυ μέρος τῶν προδεδηλωμένων τόπων μετὰ τὴν ἐμὴν τελευτὴν κυριεύειν
καὶ δεσπόζειν καὶ ἐξουσιάζειν καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῶν τρόπῳ ᾧ ἐὰν αἱρῇ ἀκωλύτως
καὶ ἀνεμποδίστως καὶ ἐπιτελέσαι τὰ ὁσίας μου προσφορᾶς πρὸς τὴν ἐμὴν
μετριοσύνην ἰδίᾳ σου ἀγαθῇ πίστει, καὶ μετὰ τὴν ἐμὴν τελευτὴν ἐξεῖναί σοι
εἰσελθεῖν καὶ κληρονομῆσαι μετὰ τῶν ἄλλων σου ἀδελφῶν ἐξ ἰσομοιρίας ἅπαντα
τὰ καταλειφθησόμενα παρʼ ἐμοῦ καὶ παρὰ τοῦ πατρός σου ἄνευ πάσης πλεονεξίας, καὶ μηδενὸς τῶν ἀδελφῶν σου
δυνησομένου ἐπελεύσεσθαί σε ἢ ἀντιποιεῖσθαι περὶ τούτου ἐν μηδενὶ καιρῷ κατὰ μηδένα
τρόπον ἀφορμῇ μηδεμιᾷ, μηδὲ ἐμοῦ αὐτῆς περιούσης δυνησομένης μεταμεληθῆναι καὶ ἕτερον γράμμα θέσθαι ἀντικείμενον εἰς κατάλυσιν τούτου τοῦ ἀποχαρίσματος,
ἀλλὰ εἶναι αὐτὸ βέβαιον καὶ ἀρραγὲς καὶ ἀσάλευτον ἐπὶ τὸ διηνεκές. εἰ δὲ
βουληθείην κατά τινα τρόπον μεταμεληθῆναι ἤγουν παρασαλεῦσαι τὰ ἐγγεγραμμένα διὰ δόλου,
ἐξεῖναί μοι παρασχεῖν ὑπὲρ συνθηκῶν παραβάσεως χρυσοῦ νομίσματα δέκα ὀκτὼ
μετὰ καὶ τοῦ ἐμὲ μηδὲν ἰσχύειν κατὰ τούτου τοῦ ἀποχαρίσματος ἀλλὰ ἐμμένειν αὐτῷ ἐπὶ τὸ διηνεκές.
εἰς δὲ μείζονά σου ἀσφάλειαν ἐπωμοσάμην τόν τε παντοκράτορα θεὸν καὶ τὴν ἁγίαν καὶ
ὁμοούσιον τριάδα τῶν χριστιανῶν ἑτοίμως ἔχειν με στέρξαι καὶ ἐμμεῖναι
πάντα τὰ προγεγραμμένα καὶ μὴ παρασαλεῦσαι ἢ παραβῆναι αὐτὰ διὰ τὸ
ἑκοῦσαν καὶ πεπεισμένην ἐληλυθέναι εἰς τοῦτο τὸ ἀποχάρισμα κύριον καὶ βέβαιον
ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα.
† Αὐρηλία Μαρία Δίου μητρὸς Ταεὶτ χηρεύουσα ἡ προκειμένη ἐθέμεθα
τὴν ὁμολογίαν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται.
† Φλαύιος Ἰωάννης Ἀβρααμίου κεντυρίων λεγεῶνος Συήνης ἀξιωθεὶς ἔγραψα
ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης.
† Φλαύιος Βασιλείδης Δίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ †.
† Φλαύιος Παπνοῦθις Δίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ.
† Φλαύιος Εὐλόγιος Ἀλλάμωνος κεντυρίων λεγεῶνος Συήνης μαρτυρῶ.
† Φλαύιος Ἰωσὴφ Ἀλλάμωνος ὀρδδινάριος αὐγουστάλιος Συήνης μαρτυρῶ †.
† Φλαύιος Δίδυμος Σιλβανοῦ ἀπὸ βικαρίων λεγεῶνος Συήνης μαρτυρῶ †.
† Ἄπα Δῖος Ἀβραὰμ διάκονος ἐκκλησίας Συήνης μαρτυρῶ.
† Αὐρήλιος Μηνᾶς Ἰωάννου ἀπὸ Ὄμβων μαρτυρῶ.
† Φλαύιος Γεώργιος Μουσαίου ἀδιούτωρ λεγεῶνος Συήνης ἐσωμάτισα. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.