Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.lond.5.1730 22. Aug. 585Syene

Surrender of house property via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 19745. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυΐου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους τετάρτου Μεσορὴ κθ τῆς τετάρτης ἰνδικτίονος ἐν Συήνῃ Φλαύϊος Ἰωάννης ἐκ πατρὸς Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης ὁρμώμενος ἀπὸ τῆς αὐτῆς ναύτης τὸ ἐπιτήδευμα ὁ καὶ ἑξῆς ὑπογραφέα παρέχων τὸν ὑπὲρ αὐτοῦ ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς προσμαρτυροῦντας τῇδε τῇ βεβαίᾳ ὁμολογίᾳ Φλαυΐῳ Πατερμουθίῳ υἱῷ Μηνᾶ στρατιώτῃ ἀριθμοῦ Ἐλεφαντίνης ὁρμωμένῳ δὲ ἐν Συήνῃ καὶ τῇ τούτου συμβίῳ Αὐρηλίᾳ Τκακὼ ἰδίᾳ μου ὁμογνησίᾳ ἀδελφῇ χαίρειν. ἐπειδὴ πρὸ ὀλίγων ἡμερῶν τέλει τοῦ βίου ἐχρήσατο ὁ ἐμὸς πατὴρ Ἰακὼβ καὶ τὸ μέρος οἰκίας τῆς μητρὸς αὐτοῦ Τλοῦ ἀνέδραμεν εἰς ἡμᾶς ὥστε τραφῆναι αὐτὴν ἄχρι τῆς αὐτῆς τελευτῆς ἅμα τῶν ἐξ αὐτῆς γεννηθέντων υἱῶν ὑπὲρ ὀνόματος τοῦ ἀναπαυσαμένου ἡμῶν πατρὸς Ἰακώβου, ἐν δὲ τῷ παρόντι καιρῷ ὑπομνησθεὶς παρʼ αὐτῆς ὑπὲρ τοῦ μέρους μου ἀναλώματος τε καὶ δαπανήματος καὶ τροφῆς οὐκ ἐδυνήθην τοῦτο ἀπολογεῖσθαι διὰ τὴν συνεχομένην μοι ἀσθένειαν παρακλήσεις πολλὰς προσενήνοχα ὑμῖν δέξασθαι παρʼ ἐμοῦ τὸ λαχόν μοι μέρος οἰκίας αὐτῆς καὶ χρείας αὐτῆς, χορηγηθησομένης, παρʼ ὑμῶν πάσης τῆς καθημερινῆς τροφῆς. ἐζητήσατε οὖν λαβεῖν ἀσφάλειαν ὑπὲρ ἐμοῦ περὶ τούτου. κατὰ τοῦτο ἥκω εἰς ταύτην τὴν ἔγγραφον ὁμολογίαν διʼ ἧς ὁμολογῶ ἀποτετάχθαι ὑμῖν τὸ μέρος αὐτῆς οἰκίας καὶ οἰκοσκεύῃ συλήσει ἀντὶ τοῦ προειρημένου ἀναλώματος καὶ δαπανήματος αὐτῆς καὶ μηκέτι μηδένα λόγον ἔχω πρὸς ὑμᾶς περὶ τούτου διὰ τὸ ἐμὲ οὕτω δεδόχθαι καὶ κατὰ παράκλησιν ἐμὴν συνετάξατε τοῦτο ποιῆσαι καὶ μὴ ἐγκαλεῖν ὑμῖν μήτε ἐγκαλέσειν μήδʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος ἐν τῷ νῦν καὶ ἐν μηδένι καιρῷ κατὰ μηδένα τρόπον ἀφορμὴν ἢ μέθοδον ἢ εὐρησιλογίαν· εἰ δὲ βουληθείην ἐγκαλεῖν ὑμῖν ἕνεκεν τούτου ἐφʼ ᾧ ἐμὲ διδόναι λόγῳ καταδίκης χρυσοῦ οὐγκίαν μίαν ἔργῳ καὶ δυνάμει ἀπαιτουμένην ἐκ τῆς ἐμῆς ὑποστάσεως καὶ εἰς ὑμῶν ἀσφάλειαν ἐθέμην τὴν παροῦσαν ὁμολογίαν τῆς παραχωρήσεως κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ὡμολόγησα καὶ ἀπέλυσα. Ἰωάννης Ἰακώβου ὁ προκείμενος ἐθέμην ταύτην τὴν ὁμολογίαν ἤτοι ἀποταγὴν καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. † Φλαύιος Μηνᾶς Ἀβρααμίου στρατιώτης Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. † † Φλαύιος Ἄπα Δῖος Ἰωάννου Συήνης μαρτυρῶ. † Φλαύιος Κόλουθος Βίκτορος στρατιώτης Συήνης μαρτυρῶ. † Φλαύιος Μουσαῖος Βίκτορος στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. † † διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐγράφη. † [v] † ὁμολογία γεναμένη Ἰωάννου Ἰακώβου ναύτου ἀπὸ Συήνης πρὸς Πατερμούθιον καὶ Τκακὼ σύμβιον.

Connections

Found at Aswan

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.