no image
DDbDP-text
Loan of money (with security) via HGV-meta
Linked by Trismegistos ID
TM 19739.
Each record below describes this same artifact or text from a different angle.
† βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου
Αὐτοκράτορος ἔτους δωδεκάτου τοῖς μετὰ τὴν δευτέραν ὑπατείαν τοῦ αὐτοῦ γαληνοτάτου ἡμῶν
δεσπότου ἔτους δεκάτου καὶ Φλαυίου Τιβερίου τοῦ εὐτυχεστάτου καὶ φιλανθρωπωτάτου ἡμῶν Καίσαρος
μεγίστουεὐεργέτου ἔτους τρίτου Θὼθ ι τῆς ἑνδεκάτης ἰνδικτίονος ἐν Συήνῃ.
Φλαούιος Ἄπα Δῖος Κυριακοῦ μητρὸς Τσαχωτος στρατιώτης ἀριθμοῦ Συήνης Αὐρηλίῳ
[…]υἱῷ[…] ιου κυβερνήτῃ ἀπὸ τῆς αὐτῆς Συήνης καὶ Αὐρηλίᾳ Ἀναστασίᾳ θυγατρὶ
[…]μητρὸς[…] ας ἀπὸ τῆς αὐτῆς Συηνιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ
δεδανεῖσθαι παρʼ ὑμῶν σήμερον εἰς ἰδίαν μου ἀναγκαίαν χρείαν παρὰ σοῦ μὲν
[…]χρυσοῦ νομισμάτια τρία , παρὰ σοῦ δὲ Ἀναστασίας χρυσοῦ νομισμάτιον ἓν ,
ζυγῷ Συήνης χρυσοῦ δοκίμου νομισμάτια τέσσαρα, γίνεται χρυσοῦ νομισμάτια δ ζυγῷ Συήνης
καὶ ὑπὲρ πίστεως καὶ ἀσφαλείας ὑπεθέμην ὑμῖν λόγῳ ἐνεχύρου καὶ
δικαίῳὑποθήκης τὸ ὑπάρχον μοι τέταρτον μέρος οἰκίας τῆς μητρός μου
τοῦτʼ ἔστι τὸ[…]…ον […]…αρ…τρας μέρος ἀπὸ τῆς αὐλῆςσὺν εἰσόδῳ καὶ ἐξόδῳ καὶ τὸ λιβικὸν
μέρος[…] … […]συμποσίου ἐν δευτέρᾳ στέγῃ καὶ
[…]τρίτῃ στέγῃ ἐπάνω τοῦ συμποσίου Τααμ ὥστε τὰ προδεδηλουμένα
πάντα εἶναι ὑπὸ τὴν ὑμῶν ἐξουσίαν καὶ δεσποτείαν καὶ αὐθεντίαν
καὶ ὑμᾶς αὐτοῖς χρήσασθαι ἄχρι συμπληρώσεως τῶν προγεγραμμένων
χρυσοῦ δοκίμου νομισματίων τεσσάρων ἰδίῳ μου κινδύνῳ καὶ εἰς ὑμῶν
ἀσφάλειαν πεποίημαι ὑμῖν τοῦτο τὸ ὑποθηκιμαῖον γραμματεῖον κύριον
καὶ βέβαιον ἁπανταχοῦ προφερόμενον μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ
ὑπογράφοντος καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ὡμολόγησα καὶ ἀπέλυσα. ☧
† Φλαύιος Ἄπα Δῖος Κυριακοῦ μητρὸς Τσαχω ἀπὸ Συήνης ὁπροκείμενος ἐθέμην ταύτην τὴν
ἀσφάλειαντεσσάρων νομισματίων καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Φλαύιος Παῦλος
[…]στρατιώτηςἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.
† Φλαύιος Ἄπα Δῖος Μαρτίου ἀκτουάριος ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ ἀσφαλείᾳ
ἀκούσας παρὰ Ἄπα Δίου τοῦ καὶ θεμένου εἰπόντος μοι καὶ παρόντος ἐν δημοσίῳ τόπῳ. ☧ Φλαύιος Πατερμούθεις Ἰωάννης στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. †
† Φλαύιος Μηνᾶς Διδύμου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. † †
† διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου στρατιώτου ἀριθμοῦ Συήνης ἐσωματίσθη. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.