no image
DDbDP-text
Contract for the Charge of a Stable via HGV-meta
Linked by Trismegistos ID
TM 20777.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ, θεοῦ καὶ σωτῆρος
ἡμῶν, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου
εὐεργέτου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτοροςἔτους α[…]
ἰνδικτίονος ιδ, ἔτους σπζ σνϛ. †
Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων
καὶ πατρικίῳ, γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ
οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ
τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, ἐγὼ Ἰωάννης
σὺν θεῷ πακτάριος τοῦ ὀξέως δρόμου τοῦ ἐνδόξου ὑμῶν οἴκου καὶ
τοῦ βαδιστικοῦ στάβλου τοῦ αὐτοῦ ἐνδόξου ὑμῶν οἴκου, υἱὸς τοῦ μακαρίου
Θεοδώρου, ὁρμώμενος ἐκ τῆς Ὀξυρυγχιτῶν πόλεως, ὁμολογῶ τὰ ὑπογεγραμμένα.
βουλόμενος ἀντέχεσθαι καὶ τῆς χρείας τοῦ βαδιστικοῦ στάβλου τοῦ ἐνδόξου
ὑμῶν οἴκου μετὰ τὸν ὑπʼ ἐμὲ ὀξὺν δρόμον ἐπὶ ἕνα ἐνιαυτόν, λογιζόμενον
ἀπὸ πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς τῆς παρούσης τεσσαρεσκαιδεκάτης
ἰνδικτίονος μέχρι πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς τῆς σὺν θεῷ πεντεκαιδεκάτης
ἐπινεμήσεως, ἐκίνησα λόγον πρὸς τὴν ὑμετέραν ὑπερφύειαν διὰ τῶν αὐτῇ
προσηκόντων καὶ τοῦτο τὸ βαδιστικὸν στάβλον καταθαρρηθῆναί μοι
παρὰ τῆς ὑμετέρας ὑπερφυείας· καὶ δὴ κατεπίστευσάν μοι οἱ προσήκοντες
τῇ ὑμετέρᾳ ὑπερφυείᾳ αὐτὸ τὸ βαδιστικὸν στάβλον ἐπὶ τὸν προγεγραμμένον
ἕνα ἐνιαυτόν, λογιζόμενον ἀπὸ πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς τῆς
παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος. ὁμολογῶ ὑπεισελθεῖν τοῦτο
καὶ εἰς τὰς ἀνακυπτούσας πάσας γεουχικὰς χρείας, καὶ στρῶσαι
τοῖς τε περιβλέπτοις διοικηταῖς καὶ λαμπροτάτοις χαρτουλαρίοις καὶ παισὶν
ἀπερχομένοις εἰς οἱανδήποτε γεουχικὴν χρείαν, καὶ μὴ συγχωρῆσαι
μέμψιν τινὰ γενέσθαι κατʼ ἐμοῦ, ἀνενδοιάστως κινδύνῳ ἐμῷ
καὶ τῆς ἐμῆς ὑποστάσεως, καὶ δέξασθαί με παρʼ αὐτῆς λόγῳ
πάκτου τῆς αὐτῆς χρείας τοῦ αὐτοῦ ἐνιαυτοῦ χρυσίου λίτραν
μίαν ζυγῷ Ἀλεξανδρείας· ὁμολογῶν, ὡς εἴρηται, πᾶσαν χρείαν τοῦ
εἰρημένου στάβλου ποιεῖν, καὶ χορηγῆσαι ἄλογα εἰς τὰς
γεουχικὰς χρείας κινδύνῳ ἐμῷ, ὡς εἴρηται, καὶ τῆς ἐμῆς
ὑποστάσεως, καὶ στρῶσαι τοῖς τε περιβλέπτοις διοικηταῖς καὶ
λαμπροτάτοις χαρτουλαρίοις καὶ παισὶν ἀπερχομένοις, ὡς προείρηται,
εἰς γεουχικὰς χρείας. καὶ ἐπὶ τούτοις πᾶσιν ἐπωμοσάμην
πρὸς τοῦ θεοῦ τοῦ παντοκράτορος, καὶ νίκης καὶ σωτηρίας καὶ διαμονῆς
τῶν εὐσεβεστάτων ἡμῶν δεσποτῶν Φλαουίου Ἡρακλείου καὶ Αἰλίας
Φλαβίας τούτοις ἐμμένειν, ταῦτα διαφυλάττειν, ἐν μηδενὶ
παραβῆναι τρόπῳ, καὶ ὑπεθέμην εἰς τὸ δίκαιον ταύτης τῆς
ὁμολογίας πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ
γενικῶς, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κυρία ἡ ὁμολογία
δισσὴ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. † Ἰωάννης. † Ἰωάννης πακτάριος
τοῦ ὀξέως δρόμου τοῦ ἐνδόξου οἴκου τῆς ὑμῶν ὑπερφυείας καὶ τοῦ βαδιστικοῦ
ὁ προγεγραμμένος, πεποίημαι καὶ τὴν παροῦσαν ὁμολογίαν τοῦ βαδιστικοῦ
στάβλου ἐπὶ τὸν ἕνα ἐνιαυτὸν ἀπὸ πεντεκαιδεκάτης τοῦ Χοίακ μηνὸς
τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τῷ πάκτῳ τῆς μιᾶς
λίτρας τοῦ χρυσίου Ἀλεξανδρίας, ὡς πρόκειται. Φοιβάμμων μίσθιος αὐτοῦ,
υἱὸς τοῦ μακαρίου Παπνουθίου, ἔγραψα ὑπὲρ αὐτοῦ κατʼ ἐπιτροπὴν αὐτοῦ,
προτάξαντός μου τὸ ἴδιον ὄνομα. †
† διʼ ἐμοῦ Παπνουθίου συμβολαιογράφου ἐτελειώθη.
† di emu Papnutiu eteliothe. … ιδ ἰνδικτίωνος, ἔτους σπζ σνϛ.
[v]
† […]…[…]ωμ πακταρίου τοῦ ὀξέως δρόμου
καὶ τοῦ βαδιστικοῦ. †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.