no image
DDbDP-text
Procuration via HGV-meta
Linked by Trismegistos ID
TM 18917.
Each record below describes this same artifact or text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πρώτου, Φαῶφι νεομηνίᾳ
πεντεκαιδεκάτηςἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ.
Αὐρηλία Ἀθανασία, θυγάτηρ τοῦ τῆς μακαρίας μνήμης Κύρου, μητρὸς Ἀλεετ, παρόντος αὐτῇ καὶ συναινοῦντος καὶ
πειθομένου εἰς τοῦτο τοῦ ἰδίου αὐτῆς συμβίου Φλαυΐου Κόνωνος υἱοῦ Ἐπανακίου, πραγματευτοῦ, ἀμφότεροι ἀπὸ τῆς Λυκοπολειτῶν,
τὰ νῦν διάγοντες ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων, Φλαυΐῳ Διοσκόρῳ υἱῷ Ἀπολλῶτος τῷ αἰδεσίμῳ, ὁρμωμένῳ ἀπὸ κώμης
Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, τὰ νῦν καὶ αὐτῷ διάγοντι ἐνταῦθα ἐπὶ τῆς αὐτῆς Ἀντινοέων. ὁμολογῶ ἐγὼ ἡ προγεγραμμένη Ἀθανασία, συνόντος Κόνωνος τοῦ ἐμοῦ συμβίου, διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας, ἑκοῦσα καὶ πεπεισμένη,
παντὸς δίχα δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης συναρπαγῆς, ἐντέλλεσθαί σοι καὶ ἐπιτρέπειν καὶὡσαύτως
αὐτόστολονδύναμίνσοι δεδωκέναι, ὥστε σε τὴν ἐμὴν χώραν ἀποπληρῶσαι καὶ ἀντιλάβεσθαι τοῦ ἐμοῦ προσώπου
καὶ δικάσασθαι πρὸς Θεόδωρον υἱὸν Ψοίου, τὸν ἐμὸν θεῖον πρὸς πατρός, ἕνεκεν τοῦ ἐμοῦ ἡμίσεως μέρους ἐκ πατρῴας μου
κληρονομίας, εἴτε κινητῶν εἴτε ἀκινήτων καὶ αὐτοκινήτων, εἴτε ἐν δικαστηρίοις εἴτε καὶ ἐκτὸς δικαστηρίων. πάντα γὰρ τὰ παρὰ σοῦ
ὑπὲρἐμοῦ πραττόμενα ἢ πραχθησόμενα ἐπὶ τούτῳ τῷ κεφαλαίῳ κύρια καὶ βέβαια ἡγήσομαι καὶ ἡγοῦμαι, ὅσα καὶ ἐμοὶ τῷ παρόντι
ἔξεστι, καὶ τὸ ἀνενόχλητον καὶ τὸ ἀζήμιον καὶ τὸ ἀβλαβὲς παραφυλάξω σοι περὶ τούτου κατὰ πάντα τρόπον. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι
τοῦτο τὸ ἐντολιμαῖον γράμμα μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ Κόνωνος τοῦ προγεγραμμένου μου συμβίου καὶ τῶν νομίμων
μαρτύρων· καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες ὡμολογήσαμεν. † † Αὐρηλία Ἀθανασία θυγάτηρ Κύρου, ἡ προγεγραμμένη, ἐθέμην τοῦτο τὸ ἐντολιμαῖον γραμμάτιον
πρὸς ἅπασι ὡςπρόκειται. † Αὐρήλιος Ἰωάννης Ἀμμωνίου ἀπὸ Ἀντινόου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. † Φλάυϊος Κόνων Ἐπανακίου πραγματευτὴς ὁ προγεγραμμένος
συναινῶ καὶπείθομαι τῇ ἐμῇ συμβίῳ Ἀθανασίᾳ τοῦτο τὸ ἐντολικὸν γράμμα ὡς πρόκειται † Αὐρήλιος Φοιβάμμων Τιμοθέου, πραγματευτὴς ἀπὸ Λύκων, εὑρεθεὶς ἐν τῇἈντινόου, μαρτυρῶ
τῷ ἐντολιμαίῳ γράμματι, ἀκούσας παρὰ τῶν θεμένων. Ἀνδρέας Ζωίλου, πραγματευτὴς, διάγων ἐν τῇ Ἀντινόου, μαρτυρῶ τούτῳ τῷ ἐντολιμαίῳ γράμματι ἀκούσας παρὰ τῶν θεμένων. † Στέφανος υἱὸς Συμεώνου, πραγματευτὴς, διάγων ἐν τῇ Ἀντινόου, μαρτυρῶ τούτῳ τῷ ἐντολιμαίῳ γράμματι
ἀκούσας παρὰ τῶν θεμένων.
διʼ ἐμοῦ Πεκυσίου συμβολαιογράφου ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.